30
καίτοι τοῦτο οὐ μόνον ἐκείνους ἀδικουμένους καὶ δεινὰ πάσχοντας, ἀλλὰ καὶ τὴν πρόφασιν δείκνυσι κενήν, διʼ ἣν ἴσως ὑμᾶς τινες ἀξιώσουσι τοῦτο ποιεῖν, μᾶλλον δὲ κατὰ τοῦ πράγματος οὖσαν. εἰ γὰρ ἀναγκαῖον ἅμα καὶ συμφέρον φήσουσιν εἶναι τὸ ἑτέρους τιμᾶν, πῶς οὐχ ὑπεναντίον ἐστὶ τούτῳ τοὺς πρότερον οὕτω τετιμημένους ὑβρίζειν; ὃ γὰρ τῶν πρότερόν τις οὐκ ἂν εἵλετο λαβεῖν, εἰδὼς τοῦτο ἐσόμενον, πῶς εἰκός ἐστι τῶν νῦν τινα ἡδέως λαμβάνειν ὁρῶντα τὸ γιγνόμενον; ὥστʼ εἰ μὴ καὶ διʼ ἐκείνους τοὺς θᾶττον εὐεργέτας, ἀλλὰ τούτους γε, οὓς νῦν τιμῶμεν, εἰκὸς ἦν φυλάξασθαι τὸ πρᾶγμα.
31
πάντες μὲν γὰρ ὑπόπτως ἔχουσι πρὸς τὰ ὑπὸ τούτων διδόμενα οὓς ἴσασι τῶν πρότερόν τινα ἐπαινεθέντων καὶ δοξάντων φίλων οὕτως ἀμελοῦντας, μάλιστα δὲ οἱ τῶν αὐτῶν τυγχάνοντες, ὧν τοὺς εἰληφότας ὁρῶσιν ἀπεστερημένους. εἰ δὲ δὴ καὶ ὅπως αὐτοὶ λάβωσι τοῦτο γίγνοιτο, μᾶλλον δὲ ὅπως δοκῶσιν εἰληφέναι, παντελῶς ἤδη τὸ πρᾶγμα εἰρωνείαν καὶ χλεύην νομίζουσιν. πολὺ δὲ βέλτιον ἦν λέγειν τοῖς βουλομένοις ποιῆσαι μικρὰ φροντίζειν ὑμᾶς τῶν τάχιον τετιμημένων, ὅτι μηκέτι μηδεμία χρεία τοῦ τιμᾶν τινά ἐστιν, ʽ??ʼ τοὐναντίον οὗ τὴν μεγίστην φασὶν εἶναι τῇ πόλει χρείαν καὶ πρὸς πλείονας νῦν ἢ πρότερον, τοῦτο διαβάλλειν.
32
καίτοι μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐδʼ εἰ τὴν ἀνωτάτην χάριν ὑμῖν ἕξειν ἔμελλον οἱ δοκοῦντες νῦν τῶν εἰκόνων τυγχάνειν καὶ σφόδρα ἐπαινέσειντὸν δῆμον, οὐδʼ οὕτως ἐχρῆν αὐτὸ γίγνεσθαι. τὸ γὰρ μόνον ζητεῖν ἐξ ὧν ἄν τις ἀρέσαι τινὰ ποιήσας καὶ προσαγάγοιτο, εἰ δʼ ἄλλον ὃν οὐ προσῆκεν ἀδικήσει τοῦτο ποιῶν ἢ καθόλου τι μὴ δέον πράξει μὴ σκοπεῖν, οὔτε μὰ τοὺς θεοὺς ἐλευθέρων ἐστὶν ἀνθρώπων οὔτε μετρίων τὸ ἦθος. οὐδεὶς γὰρ οὐδὲ τῶν πάνυ πονηρῶνπροαιρεῖταί τι φαῦλον, ὃ μὴ συμφέρειν ἑαυτῷ νομίζει πρὸς τὸ παρόν, ἀλλʼ ἔστιν αὐτὸ τοῦτο ἡ μοχθηρία τὸ κέρδους ἕνεκα καὶ χρείας μηδενὸς αἰσχροῦ μηδὲ ἀδίκου πράγματος ἐπιστρέφεσθαι μηδὲ φροντίζειν ποῖον τὸ γιγνόμενον, ἀλλὰ μόνον εἰ λυσιτελές.