33
οὐκοῦν ὁ τὸν μὲν παρόντα θεραπεύων, ὀλιγωρῶν δὲ τοῦ θᾶττονφίλου, καὶ τῆς μὲν γεγενημένης χρείας ἐπιλελησμένος, τὴν δʼ ἐλπιζομένην ὠφέλειαν περὶ πλείστου ποιούμενος, ἆρʼ οὐκ ἴστε ἧστινος τυγχάνει προσηγορίας; οὐ κόλαξ ὁ τοιοῦτος ὀνομάζεται παρὰ πᾶσιν; οὐκ ἀγεννής, οὐκ ἄπιστος δοκεῖ; νῦν τοίνυν οὐδὲ τοῦτο περιγίγνεται τῇ πόλει, τὸ θεραπεύεσθαί τινας ὑπὸ αὐτῆς καὶ μεγάλουτινὸς οἴεσθαι τυγχάνειν ὧν ἂν τὰ ὀνόματα ἐπιγράφηται. τοὐναντίον γὰρ δυσχεραίνουσι καὶ μέμφονται παρʼ αὑτοῖς, εἰ καὶ σιωπῶσιν ἄλλως, προσκρούειν οὐ θέλοντες. ἢ νόμισμα μὲν εἴ τῳ χαρίζοισθε κίβδηλον, οὐδεὶς ἂν ἑκὼν λάβοι, μᾶλλον δὲ ὕβριν ἡγοῖτο ἢ δωρεὰν τὸ γιγνόμενον· τιμὴν δὲ κίβδηλον καὶ μηδὲν ἔχουσαν ὑγιὲς νομίζετε δέχεσθαι τοὺς νοῦν ἔχοντας;
34
ἀλλʼ ἐὰν μὲν οἰκέτην τις ἀλλότριον ἢ σκεῦος ἀποδῶται ψευσάμενος ὡς ἑαυτοῦ, σφόδρα ἕκαστος ἀγανακτεῖ τῶν ἠπατημένων, καὶ θαυμάζοιμʼ ἄν, εἰ μὴ θανάτῳ ἐζημιοῦτε τοῦτον ὑμεῖς· εἰ δʼ ἀλλοτρίαν τις εἰκόνα καὶ μηδὲν αὐτῷ προσήκουσαν ἐξαπατηθεὶς λάβοι παρὰ τῶν μὴ κυρίων· ὃ γὰρ ἂν ἄλλῳ δῷ τις, τούτου κύριος οὐκέτʼ ἐστὶν ἑτέρῳ διδόναι· χάριν αὐτὸν οἴεσθε τοῖς παρακρουσαμένοις ἔχειν;
35
δέομαι δέ, ἂν οἱ λόγοι φαίνωνται πικρότεροι, μηθὲν ἐμοὶ δυσχεραίνειν. οὐδὲ γὰρ ὑμᾶς φημι τοῦτο ποιεῖν, τρόπον δέ τινα ἀκούσης τῆς πόλεως αὐτὸ γίγνεσθαι. τὸ δὲ πρᾶγμα εἰ τοιοῦτόν ἐστιν ὥστε πάναισχρον δοκεῖν ἐξεταζόμενον, τοσούτῳ προθυμότερον ὑμᾶς ἀκούειν δεῖ τοῦ λέγοντος, ὥστε ἀπηλλάχθαι τὸ λοιπὸν τῆς αἰσχύνης. οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασι δυσχερῆ χωρὶς ὀδύνης ἔστιν ἰάσασθαι, πολλάκις δὲ αὐτὸ τοῦτο σημεῖον ὑπάρχει τοῦ σφόδρα ἐπείγειν τὴν θεραπείαν, τὸ σφόδρα ἀλγεῖν τὸ θεραπευόμενον.