42
τίς γὰρ ἂν μέτριος ἄνθρωπος βούλοιτο ἕτερον κακῶς πάσχειν καὶ τῶν δικαίως δεδομένων ἀποστερεῖσθαι διʼ αὑτόν; ἢ πῶς οὐκ ἂν ὀργίζοιτο ἐπὶ τούτῳ γιγνομένῳ μᾶλλον ἤπερ εἰδείη χάριν; ἢ γυναῖκα μὲν οὐδεὶς ἂν ὑπομείνειε χρηστὸς ὢν διὰ μοιχείαν λαβεῖν, ὅτι τὸν πρότερον ἔχοντα ἠδίκησε· μᾶλλον δὲ οὐδʼ ἂν ὅλως λάβοι τις ἡδέως παρὰ ἀνδρὸς ἑτέρου· καίτοι πολλάκις γίγνεται τοῦτο οὐ μετὰ πονηρᾶς αἰτίας· τιμὴν δέ, ἣν οὐκ ἔστι δικαίως ἀπʼ ἄλλου λαβεῖν οὐδὲ χωρὶς ὕβρεως τῆς εἰς ἐκεῖνον, ἀγαπᾶν τινα οἴεσθε, καὶ ταῦτα μηδʼ αὐτὸν ἐλπίζοντα ὡς οὐθὲν ἂν πάθοι τοιοῦτον; ἀλλʼ ἀνδράποδον μέν τις ὠνούμενος εἴ ποτε ἀπέδρα σκοπεῖ καὶ εἰ μὴ παρέμενε τῷ πρώτῳ δεσπότῃ· δωρεὰν δὲ καὶ χάριν, ἣν ἄπιστον ἡγεῖται καὶ σαφῶς οἶδε μηδὲν ἔχουσαν βέβαιον, ἑκὼν ἂν πρόσοιτο;
43
Ῥωμαῖοι γάρ εἰσιν οἱ πλείους αὐτῶν, καὶ τίς ἂν τούτων ἅψαιτο; οἱ δέ γε παρεστῶτες αὐτοῖς Μακεδόνες, οἱδὶ δὲ Λακεδαιμόνιοι· καὶ νὴ Δία τούτων ἁπτόμεθα. καίτοι τοὺς μὲν πρότερον κειμένους πάντας ἢ τούς γε πλείστους διʼ εὐεργεσίαν φήσετε τεθῆναι, τῶν δὲ νῦν τιμωμένων πολλοὺς διʼ ἰσχὺν θεραπεύεσθαι. τὸ μὲν δὴ ποτέρους αὐτῶν δικαιότερόν ἐστι ποιεῖσθαι περὶ πλείονος ἐάσω· τὸ δέ, εἰ μὴ πᾶσι τὰ δοθέντα δικαίως ὑπάρξει, ποτέρους μᾶλλον εἰκὸς ἐπʼ ἀδήλῳ λαμβάνειν οὐδʼ αὐτοὺς τούτουσλανθάνει. πάντες γὰρ οἴδασιν ὅσῳ βεβαιότερόν ἐστιν εὐεργεσία δυνάμεως. ἰσχὺν μὲν γὰρ οὐκ ἔστιν ἥντινα οὐκ ἀναιρεῖ χρόνος, εὐεργεσίαν δὲ οὐδεμίαν.
44
ἵνʼ οὖν τὴν ὑπερβολὴν ἐκείνην ἀφῇ τις, ἀληθῆ τρόπον τινὰ οὖσαν, τὸ πρὸς τὴν πόλιν ἀηδέστερον ἔχειν τοὺς οὕτω τιμᾶσθαι ζητοῦντας καὶ τὸ συμβαῖνον εἰς ὕβριν λαμβάνεινκαὶ καταφρόνησιν ἑαυτῶν· ἀλλὰ τοῦτό γε εἰδέναι φημὶ βεβαίως ὅτι μηδὲ χάριν ὑμῖν μηδεμίαν οἴδασι μηδʼ οἴονται τυγχάνειν μηδενός, τὸ γιγνόμενον εἰδότες καὶ τὴν ῥᾳδιουργίαν τὴν ἐν αὐτῷ. πρὸς τοῦ Διός, εἶθʼ ἃ καὶ τούτων δεχομένων οὐκ εἰκὸς ἦν ἀφαιρεῖσθαι τοὺς ἔμπροσθεν εἰληφότας, ταῦτα ἀφαιρώμεθα τοὺς ἔχοντας οὐδὲ ἑτέροις διδόντες;