51
σκοπεῖτε δὲ ὅτι πάντες ἡγοῦνται κυριώτερα ταῦτα ἔχειν, ὅσα ἂν δημοσίᾳ συμβάλωσι διὰ τῶν τῆς πόλεως γραμμάτων· καὶ οὐκ ἔνι λυθῆναι τῶν οὕτω διῳκημένων οὐδέν, οὔτʼ εἴ τις ὠνήσαιτο παρά του χωρίον ἢ πλοῖον ἢ ἀνδράποδον, οὔτʼ εἴ τῳ δανείσειεν, οὔτ̓ἂν οἰκέτην ἀφῇ τις ἐλεύθερον οὔτʼ ἂν δῷ τινα δωρεάν. τί δήποτʼ οὖν συμβέβηκε ταῦτʼ εἶναι βεβαιότερα τῶν ἄλλων; ὅτι τὴν πόλιν μάρτυρα ἐποιήσατο τοῦ πράγματος ὁ τοῦτον τὸν τρόπον οἰκονομήσας τι τῶν ἑαυτοῦ.
52
πρὸς τοῦ Διός, εἶθʼ ὧν μὲν ἄν τις παρʼ ἰδιώτου τύχῃ διὰ τῆς πόλεως, οὐκ ἔστιν ὅπως ἀφαιρεθήσεται τούτων· ἃδέ τις εἴληφεν οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ τοῦ δήμου δεδωκότος, οὐκ ἔσται βέβαια; καὶ τὸ μὲν ὑπʼ ἄλλων γενόμενον τοῦτον τὸν τρόπον οὐ λυθήσεται διὰ τὴν πόλιν· ἃ δʼ ἡ πόλις αὐτὴ πεποίηκε, ῥᾳδίως οὕτως ἀνελεῖ; καὶ ταῦτα οὐχ ὡς ἔδωκεν, ὁμοίως ἀφαιρουμένη κατὰ κοινόν, ἀλλʼ ἑνὸς ἀνδρός, ἂν τύχῃ στρατηγῶν, ἐξουσίαν ἔχοντος τοῦτο ποιεῖν;
53
καὶ μὴν καὶ γράμματά ἐστιν ἐν κοινῷ περὶ τούτων, ὑπὲρ ὧν ἔφην. τὰ γὰρ ψηφίσματα γέγραπται δήπουθεν τὰ τῶν τιμῶν καὶ δημοσίᾳ μένει τὸν ἅπαντα χρόνον. τὸ μὲν γὰρ ἀποδοῦναι χάριν οὕτως ἀκριβῶς γίγνεται παρʼ ὑμῖν, τὸ δʼ ἀφελέσθαι τοὺς εἰληφότας πάνυ ῥᾳδίως. εἶτα τὸ μὲν οὐχ οἷόν τε γενέσθαι δίχα ψηφίσματος, ἁπάντων ὑμῶν πεισθέντων, τὸ δὲ ἔθει τινὶ συμβαίνει, κἂν ἑνὶ δόξῃ μόνον; πλὴν ὅ γε ἔφην ὅτι δημοσίᾳ ταῦτα ἀναγέγραπται, καὶ οὐ μόνον ἐν τοῖς ψηφίσμασιν, ἀλλὰ καὶ ἐπʼ αὐτῶν τῶν εἰκόνων, τό τε ὄνομα τοῦ τιμηθέντος καὶ τὸ δεδωκέναι τὸν δῆμον, καὶ τούτων πάλιν ἐν τῷ δημοσίῳ κειμένων.