87
οὐ τοίνυν οὐδὲ ἐκεῖνό ἐστιν ἀφετέον, ἐπείπερ τοὺς λόγους ὡς ἐπʼ ἀσεβήματι ἐποιησάμην. ἐπίστασθε γὰρ σαφῶς ὅτι ἅπασα μὲν ἡ πόλις ἐστὶν ἱερά, τῶν δὲ ἀνδριάντων πολλοὺς ἂν εὕροιτε τῶν ἐν αὐτοῖς τοῖς ἱεροῖς ἑστηκότωντοῦτο πεπονθότας. καὶ γὰρ ἀρχαιοτάτους συμβέβηκε τούτους εἶναι καὶ τῶν στρατηγῶν ὃν ἂν ἕκαστος ἐθέλῃ θεραπεύειν, ὡς ὑμῶν τιμώντων, φιλοτιμεῖται τοῦτον ὡς κάλλιστα ἑστάναι. καὶ τί δεῖ λόγων; οἶμαι γὰρ μηθένα ἂν ἀντειπεῖν ὅτι καὶ τῶν οὕτως κειμένων, εἰ καὶ μὴ καθάπερ ἐγὼ νῦν ἔλεγον, οἱ πλείους εἰσὶ μετωνομασμένοι, τινὲς δʼ οἶμαι καὶ σφόδρα ἐγγὺς παρεστῶτες τοῖς θεοῖς.
88
εἶθʼ ὅποι μηδὲ τοὺς κακὸν δράσαντας ἐάνπερ καταφύγωσιν ἔθος ἐστὶν ἀδικεῖν, τοὺς εὐεργέτας οὐ δεινὸν ἐὰν φαινώμεθα ἀδικοῦντες; καὶ τὴν ἀσυλίαν, ἣν παρέχουσι τοῖς φαύλοις οἱ τοιοῦτοι τόποι, μόνοις, ὡς ἔοικε, τοῖς ἀγαθοῖς οὐ δυνήσονται παρέχειν; ἀλλʼ ἐὰν μὲν θυμιατήριόν τις ἀλλάξῃ τῶν ἔνδον κειμένων ἢ φιάλην, ἱερόσυλος οὐχ ἧττον νομισθήσεται τῶν ὑφαιρουμένων· ἐὰν δὲ εἰκόνα ἀλλάξῃ καὶ τιμήν, οὐθὲν ἄτοπον ποιεῖ;
89
καίτοι καὶ τοὺς ἀνδριάντας οὐχ ἧττον ἀναθήματα εἴποι τις ἂν εἶναι τῶν θεῶν τοὺς ἐν τοῖς ἱεροῖς· καὶ πολλοὺς ἰδεῖν ἔστιν οὕτως ἐπιγεγραμμένους, οἷον, ὁ δεῖνα ἑαυτὸν ἀνέθηκεν ἢ τὸν πατέρα ἢ τὸν υἱὸν ὅτῳ δήποτε τῶν θεῶν. ἐὰν οὖν ἀπὸ τῶν ἄλλων ἀναθημάτων ἀφελών τις τοῦ θέντος τὸ ὄνομα ἄλλον ἐπιγράψῃ, μόνον τοῦτον οὐκ ἀσεβεῖν φήσομεν; ὁ δέ τοι Ἀπόλλων οὐκ εἴα δήπουθεν ἐκ τοῦ περιβόλου τοὺς νεοττοὺς ἀναιρεῖσθαι τὸν Κυμαῖον, ἱκέτας ἑαυτοῦ λέγων.
90
δι’ ὧν τοίνυν πειράσονταί τινες τὸ πρᾶγμα ἀποφαίνειν ἐπιεικέστερον, τῷ παντὶ χεῖρον ἀποδείξουσιν. οἷον ὅταν λέγωσι τοῖς σφόδρα ἀρχαίοις καταχρῆσθαι καί τινας εἶναι καὶ ἀνεπιγράφους. εἰ γὰρ δοίη τις αὐτοῖς οὕτως τοῦτο ἔχειν, οὐκ ἂν εἴποιμι τὸ πρόχειρον ὡς ἄρα ἐγὼ νῦν ὑπὲρ τῶν ἐπιγεγραμμένων ποιοῦμαι τὸν λόγον, ἀλλʼ οὐδὲ ἐκείνων φημὶ δεῖν ἅπτεσθαι. σκοπεῖτε γάρ, ἄνδρες Ῥόδιοι, τὴν αἰτίαν, διʼ ἣν εἰκὸς τεθῆναί τινας οὕτως. οὐ γὰρ ἐκλαθέσθαι γε οὐδὲ ὀκνῆσαι τὸν ἱστάντα εἰκὸς οὐδὲ φείσασθαι τῆς εἰς τοῦτο δαπάνης· οὐ γὰρ ἦν οὐδεμία.