128
παρὰ τοίνυν τοῖς Ἀθηναίοις κατὰ Φίλιππον μάλιστα, ὅτε τῆς ἡγεμονίας παρακεχωρήκεσαν, τῆς δʼ ἐλευθερίας μόνης λοιπὸν ἀντείχοντο, Λεπτίνης τις εἰσήνεγκε νόμον ὡς χρὴ τὰς ἀτελείας ἀφελέσθαι τοὺς ἔχοντας παρὰ τοῦ δήμου, δίχα τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος,καὶ μηκέτι τὸ λοιπὸν ἐξεῖναι διδόναι μηδενὶ τὴν δωρεὰν ταύτ̔??ʼν. τί οὖν; ἔσθʼ ὅπως παρεδέξαντο τὸν νόμον; οὐμενοῦν, ἀλλʼ ἑάλω γραφῆς.
129
φέρε τοίνυν συμβάλετε τοῦτο τὸ ἔθος ἐκείνῳ τῷ νόμῳ, κἂν μὲν ὑμῖν κατά τι βέλτιον φαίνηται, φυλάξατε αὐτὸ καὶ ποιήσατε ἰσχυρότερον πρὸς τὸ λοιπόν· ὅπερ ἐξ ἀνάγκης γένοιτʼ ἄν, εἰ μὴ λυθήσεται νῦν· ἐὰν δὲ πανταχῇ σκοπούμενοι χεῖρον εὑρίσκητε, μιμήσασθε τοὺς κατʼ ἐκεῖνον τὸν χρόνον Ἀθηναίους καὶ τὸ μᾶλλον ἄτοπον τοῦ τότε λυθέντος ὑπʼ ἐκείνων καὶ ὑμεῖς νῦν λύσατε.
130
τὸ μὲν οὖν ψευδῆ τὴν πόλιν δεικνύναι καὶ περὶ τὰς δωρεὰς ἄπιστον καὶ τὸ τοὺς εὐεργέτας ἀδικεῖν, ἀφαιρουμένην αὐτῶν τὰς ἀμοιβάς, καὶ πάντα τὰ τοιαῦτα ἐπʼ ἴσης κοινὰ ἀμφοτέροις πρόσεστιν· ἀλλʼ ἐκεῖ μὲν οὐκ ἦν μηδὲν ὠφελῆσθαι τοὺς τὴν ἀτέλειαν ἐσχηκότας· ἃ γὰρ ἐκτήσαντο ἐκ τῆς ἀφέσεως εἰς ἅπαν αὐτοῖς ἔμεινε ὡς καὶ τὸν ἄλλον χρόνον ἔμελλον εὐπορώτεροι διʼ αὐτὴν ἔσεσθαι. τοῖς δέ γε τῆς εἰκόνος ἀφαιρεθεῖσιν ἐκ τοῦ τετιμῆσθαι πρότερον οὐδʼ ὁτιοῦν περίεστι δίχα γε τῆς ὕβρεως καὶ τῆς ἀτιμίας.
131
πρὸς τούτῳ δὲ ὁ μὲν τιθεὶς τότε τὸν νόμον ἔστιν ὧν κατηγόρει τῶν εἰληφότων τὴν ἀτέλειαν καὶ πονηροὺς ἀπέφαινε τοὺς πλείους, οὐ μόνον ἀναξίους χάριτος· ὥστε τοῦτʼ εἶναι τὸ δεινὸν ὅτι μὴ πᾶσιν ἐγκαλῶν πάντας ἀπεστέρει τὰς δωρεάς. ἐνθάδε δὲ οὐδʼ ἔνεστι τοῖς ἀφελομένοις εἰπεῖν τι κατʼ ἐκείνων· οὓς γὰρ μηδʼ ἴσασι, πῶς αὐτοὺς αἰτιᾶσθαι δυνατόν;
132
ἔτι δὲ ὁ μὲν νόμος ἐξαιρέτους τινὰς ἐποίει τούς τὰ μέγιστα δοκοῦντας εὐεργετηκέναι τὴν πόλιν, τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος· ἐνθάδε δὲ οὐδέν ἐστιν ἐξαίρετον. τῷ γὰρ ἀγράφως τὸ πρᾶγμα γίγνεσθαι καὶ μήτε κατὰ νόμον μήτε κατὰ ψήφισμα περὶ οὐδενὸς ὅλως ἀπείρηται, καὶ ἐπὶ παντὶ συμβῆναι δυνατόν ἐστιν, ἐφʼ ὅτῳ ποτὲ ἂν δόξῃ τῷ στρατηγῷ.