133
καὶ μὴν ὅ γε νόμος δεινὸν ἐδόκει ποιεῖν ἀφαιρούμενος τοῦ δήμου τὴν ἐξουσίαν, ὥστε μηδὲ τὸ λοιπὸν ἐξεῖναι ψηφίσασθαι τὴν δωρεὰν ταύτην. καὶ πόσῳ κρεῖττον τὴν ἀρχὴν κωλῦσαί τι διδόναι τὸν δῆμον, εἰ μὴ συνέφερε τῇ πόλει, ἢ καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφʼ ἑνὶ ποιήσασθαι; αἰσχροῦ γὰρ ὄντος, ὡς οὐδʼ ἂν εἷς ἀντείποι, τοῦ ἀφαιρεῖσθαι τοὺς λαβόντας τι, κατὰ μὲν τὸν νόμον τοῦτο ἅπαξ ἐγίγνετο, κατὰ δὲ τὸ ἔθος ἀεὶ συμβαίνει.
134
καὶ μὴν εἰ δοκεῖ δυσχερὲς τὸ ἀφαιρεῖσθαί τινος ἐξουσίας τὴν πόλιν, καὶ ὑμεῖς ἀφαιρεῖσθε τὴν ἐξουσίαν τοῦ φυλάττειν βέβαια τὰ δοθέντα τοῖς λαβοῦσιν. ὅτῳγὰρ ἂν ὑμεῖς δῶτε τὴν τιμήν, οὐκέτʼ ἔστʼ ἐφʼ ὑμῖν τὸ ἐᾶν ἔχειν αὐτόν· ἀλλʼ εἷς ἀνὴρ ἀεὶ τούτου κύριος, ὁ στρατηγῶν. καίτοι χεῖρόν ἐστι τὸ ἔθει μὴ ἐφʼ ὑμῖν εἶναι τοῦ κατὰ νόμον κεκωλυμένου. οἱ μὲν γὰρ οὐκ ἀφῄρηνται τὴν ἐξουσίαν τούτου τρόπον τινά, ὃ πράττειν ἑαυτοὺς νόμῳ κεκωλύκασιν, ἀλλʼ ἀπέστησαν ἑκόντες διὰ τὸ συμφέρον.
135
ἐπὶ δὲ τοῦ ἔθους οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὅτι αὑτούς, εἴπερ ἄρα, ἀφῄρηνται τοῦθʼ ὑπὲρ οὗ μήτε ἔκριναν μήτε ἐβουλεύσαντο. καὶ μὴν ἐκεῖ γε παραμυθίαν τινὰ ἔσχον τὸ τοῦ πράγματος ἴσον καὶ κοινόν, ἁπάντων ὁμοίως ἀφαιρουμένων τὰς ἀτελείας, παρʼ ὑμῖν δὲ ὃς ἂν τύχῃ τῆς εἰκόνος ἀφῄρηται καὶ πολλάκιςὁ βελτίων. ἔτι δὲ ἐκεῖ μὲν οὐχ ἵνα ἄλλος λάβῃ, τὸν ἔχοντα ἀφῃρεῖτο ὁ νόμος· παρʼ ὑμῖν δὲ τούτου χάριν γίγνεται, ὃ τῷ παντὶ λυπρότερόν ἐστι τοῦ μόνον ἀποστερεῖσθαι.
136
καὶ μὴν ἐκεῖνό γε οὐδεὶς ἀγνοεῖ δήπουθεν, ὅσῳ δοκεῖ χαλεπώτερον τὸ διʼ ἄλλον τι πάσχειν τοῦ διʼ αὑτόν. οὐκοῦν ἐκ μὲν τοῦ νόμου συνέβαινεν, ἵναμή τινες ἔχωσι τὰς ἀτελείας, περὶ ὧν ὡς ἀναξίων ἔλεγεν, ἀποδοῦναι τοὺς λοιπούς· ἐκ δὲ τοῦ παρʼ ὑμῖν ἔθους, ἵνʼ ἄλλοι λάβωσι, τοὺς ἔχοντας ἀποστερεῖσθαι γίγνεται.