165
καθάπερ οἶμαι καὶ τῶν πλεόντων ἰδεῖν ἔστι χειμῶνος μὲν ἐπιπεσόντος ἢ σφοδροῦ τοῦ πνεύματος μηδὲ τοὺς ἀσελγεστάτους αὐτῶν αἰσχρόν τι ποιοῦντας,ἀλλὰ πρὸς μόνῳ τῷ πλεῖν ὄντας, ἐν δὲ τῇ γαλήνῃ καὶ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν ἐπιπολάζουσαν τὴν ὕβριν, κἂν μὴ ὦσιν ἀκόλαστοι· τὸν αὐτὸν οἶμαι τρόπον ὁ μὲν πόλεμος εἴωθε καὶ τοὺς φαυλοτέρους ἐγείρειν καὶ κρατεῖν, ἐν τοσαύτῃ δὲ εἰρήνῃ καὶ ῥᾳθυμίᾳ τῶν ἀρίστων ἀνδρῶν εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι.
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
1
ἆρά γε βούλοισθʼ ἄν, ὦ ἄνδρες, σπουδάσαι χρόνον σμικρὸν καὶ προσέχειν; ἐπειδὴ παίζοντες ἀεὶ διατελεῖτε καὶ οὐ προσέχοντες καὶ παιδιᾶς μὲν καὶ ἡδονῆς καὶ γέλωτος, ὡς εἰπεῖν, οὐδέποτε ἀπορεῖτε· καὶ γὰρ αὐτοὶ γελοῖοί ἐστε καὶ ἡδεῖς καὶ διακόνους πολλοὺς τούτων ἔχετε· σπουδῆς δὲ ὑμῖν τὴν πᾶσαν ἔνδειαν ὁρῶ οὖσαν.
2
καίτοι τινὲς ἐπαινοῦσιν ὑμᾶς ὡς σοφούς τε καὶ δεινούς, ὅτι τοσαῦται μυριάδες ἀνθρώπων ἅμα καὶ τὰ δέοντα ἐννοεῖτε καὶ ταχὺ φθέγγεσθε ὅ,τι ἂν ἐννοήσητε· ἐγὼ δὲ μᾶλλον ἂν ὑμᾶς ἐπῄνουν βραδὺ μέν φθεγγομένους, ἐγκρατῶς δὲ σιγῶντας, ὀρθῶς δὲ διανοουμένους, ὃ καὶ νῦν ποιήσατε, ἵνα κτήσησθε πρὸς ἐκείνῳ τῷ ἐπαίνῳ καινὸν ἕτερον μείζω τε καὶ σεμνότερον, ὅτι τοσοῦτοι ὄντες λόγων χρησίμων γενομένων ἅπαντες ἐσιωπήσατε, καὶ πρὸς τούτῳ ἐδείξατε ὅτι οὐ μόνον ἐστὲ ἱκανοὶ νοήσαντες εἰπεῖν, ἀλλὰ καὶ ἀκούσαντες νοῆσαι. χοροῦ μὲν γὰρ ἔπαινος τὸ ἅμα εἰπεῖν, μᾶλλον δὲ οὐδὲ τούτου· τί γάρ, ἂν κοινῇ πάντες ἀποτυγχάνωσι τοῦ μέλους;
3
δήμου δὲ τὸ καλῶς ἀκοῦσαι. νῦν μὲν γὰρ ἁμαρτάνετε τὸ Ἀθηναίων ποτὲ ἁμάρτημα. τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος, εἰ θέλουσιν ἄνδρας ἀγαθοὺς ἐν τῇ πόλει γενέσθαι, τὸ κάλλιστον ἐμβάλλειν τοῖς ὠσὶ τῶν παίδων, οἱ δὲ τρήσαντες τὸ ἕτερον χρυσίον ἐνέβαλον, οὐ συνέντες τοῦ θεοῦ. τοῦτο μὲν γὰρ κόραις μᾶλλον ἔπρεπε καὶ παισὶ Λυδῶν ἢ Φρυγῶν· Ἑλλήνων δὲ παισί, καὶ ταῦτα θεοῦ προστάξαντος, οὐκ ἄλλο ἥρμοζεν ἢ παιδεία καὶ λόγος, ὧν οἱ τυχόντες εἰκότως ἄν ἄνδρες ἀγαθοὶ γίγνονται καὶ σωτῆρες τῶν πόλεων.