7
ὑμῖν δὲ οὔτε χορός ἐστι τοιοῦτος οὔτε ποιητὴς οὔτε ἄλλος οὐδείς, ὃς ὑμῖν ὀνειδιεῖ μετʼ εὐνοίας καὶ φανερὰ ποιήσει τὰ τῆς πόλεως ἀρρωστήματα. τοιγαροῦν ὅταν ποτὲ φαίνηται τὸ πρᾶγμα, προθύμως δέχεσθαι δεῖ καὶ τότε νομίζειν ἑορτὴν ἄγειν, ἀλλὰ μὴ βαρύνεσθαι,κἂν ἄρα, δυσωπεῖσθαι ἐξειπεῖν, πηνίκα παύσεται; καὶ πότε εἴσεισι θαυματοποιὸς ἢ λῆρος ἢ τοιοῦτος ἕτερος; ἐκεῖνο μὲν γάρ, ὅπερ εἶπον, ἀεὶ ὑμῖν πάρεστι, καὶ οὐ δέος μήποτε ἐπιλίπῃ· τῶν δὲ τοιούτων λόγων, διʼ οὓς ἄνθρωποι εὐδαιμονοῦσι καὶ κρείττους καὶ σωφρονέστεροι γίγνονται καὶ βέλτιον οἰκεῖν δύνανται τὰς πόλεις, οὐ πολλάκις ἀκηκόατε· οὐ βούλομαι γὰρ εἰπεῖν, ἀνήκοοί ἐστε.
8
καὶ τοῦτο ἴσως οὐ διʼ ὑμᾶς· δηλώσετε δέ, ἂν ἀνάσχησθε τήμερον· ἀλλὰ μᾶλλον παρὰ τοὺς καλουμένους φιλοσόφους. οἱ μὲν γὰρ αὐτῶν ὅλως εἰς πλῆθος οὐκ ἴασιν οὐδὲ θέλουσι διακινδυνεύειν, ἀπεγνωκότες ἴσως τὸ βελτίους ἂν ποιῆσαι τοὺς πολλούς· οἱ δʼ ἐν τοῖς καλουμένοις ἀκροατηρίοις φωνασκοῦσιν, ἐνσπόνδους λαβόντες ἀκροατὰς καὶ χειροήθεις ἑαυτοῖς.
9
τῶν δὲ Κυνικῶν λεγομένων ἔστι μὲν ἐν τῇ πόλει πλῆθος οὐκ ὀλίγον, καὶ καθάπερ ἄλλου τινὸς πράγματος καὶ τούτου φορὰ γέγονε· νόθον μέντοι γε καὶ ἀγεννὲς ἀνθρώπων οὐθέν, ὡς εἰπεῖν, ἐπισταμένων, ἀλλὰ χρείων τροφῆς· οὗτοι δὲ ἔν τε τριόδοις καὶ στενωποῖς καὶ πυλῶσιν ἱερῶν ἀγείρουσι καὶ ἀπατῶσι παιδάρια καὶ ναύτας καὶ τοιοῦτον ὄχλον, σκώμματα καὶ πολλὴν σπερμολογίαν συνείροντες καὶ τὰς ἀγοραίους ταύτας ἀποκρίσεις. τοιγαροῦν ἀγαθὸν μὲν οὐδὲν ἐργάζονται, κακὸν δʼ ὡς οἷόν τε τὸ μέγιστον, καταγελᾶν ἐθίζοντες τοὺς ἀνοήτους τῶν φιλοσόφων, ὥσπερ ἂν παῖδάς τις ἐθίζοι διδασκάλων καταφρονεῖν, καὶ δέον ἐκκόπτειν τὴν ἀγερωχίαν αὐτῶν οἱ δʼ ἔτι αὔξουσιν.