13
ἴστε δήπου τὰς τοῦ Ἄπιδος φήμας ἐνθάδε ἐν Μέμφει πλησίον ὑμῶν, ὅτι παῖδες ἀπαγγέλλουσι παίζοντες τὸ δοκοῦν τῷ θεῷ, καὶ τοῦτο ἀψευδὲς πέφηνεν. ὁ δὲ ὑμέτερος θεὸς οἶμαι, τελειότερος ὤν, δι’ ἀνδρῶν ὑμᾶς καὶ μετὰ σπουδῆς βούλεται ὠφελεῖν, οὐ δι’ ὀλίγων ῥημάτων, ἀλλʼ ἰσχυρᾷ καὶ πλήρει κληδόνι καὶ λόγῳ σαφεῖ, διδάσκοντι περὶ τῶν ἀναγκαιοτάτων, ἂν ὑπομένητε, μετὰ γνώμης καὶ πειθοῦς.
14
καὶ πρῶτόν γε ἁπάντων, ἵνα, ὅθενπερ ἐχρῆν, ἐγγύθεν ἄρξωμαι, τοῦτο πείσθητε βεβαίως, ὅτι τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἐπʼ ἀγαθῷ πάνθʼ ὁμοίως ἐστὶ δαιμόνια,κἂν πλέων τις ἐμπείρου τύχῃ κυβερνήτου κἂν ἔθνος ἢ πόλις χρηστῶν ἡγεμόνων, κἂν ἰατρὸς ἐν καιρῷ παραγένηται τῷ κάμνοντι, καὶ τοῦτον ἡγεῖσθαι χρὴ βοηθὸν ἥκειν παρὰ θεοῦ, κἂν λόγων τις ἀκούσῃ φρονίμων, ἐκεῖθεν ἐπιπεμφθῆναι.
15
καθόλου γὰρ οὐδὲν εὔδαιμον οὐδʼ ὠφέλιμον, ὃ μὴ κατὰ γνώμην καὶ δύναμιν τῶν θεῶν ἀφικνεῖται πρὸς ἡμᾶς, ἀλλὰ πανταχῇ πάντων ἀγαθῶν αὐτοὶ κρατοῦσι καὶ διανέμουσι δαψιλῶς τοῖς ἐθέλουσι δέχεσθαι· τὰ κακὰ δὲ ἀλλαχόθεν, ὡς ἐξ ἑτέρας τινὸς πηγῆς ἔρχεται τῶν πλησίον οὔσης παρʼ ἡμῖν, ὥσπερ ἐπὶ τοῦδε τοῦ ὕδατος τὸ μὲν σῷζον καὶ τρέφον καὶ γόνιμον ὄντως ἄνωθέν ποθεν ἐκ δαιμονίου τινὸς πηγῆς κάτεισι, τοὺς ῥυπαροὺς δὲ ὀχετοὺς καὶ δυσώδεις αὐτοὶ ποιοῦμεν καὶ ἀφʼ ἡμῶν οὗτοι ἵστανται. διὰ γὰρ ἀνθρώπων ἄνοιαν καὶ τρυφὴν καὶ φιλοτιμίαν δυσχερὴς ὁ βίος καὶ μεστὸς ἀπάτης, πονηρίας, λύπης, μυρίων ἄλλων κακῶν.
16
τούτων δὲ ἓν ἴαμα καὶ φάρμακον ἐποίησαν οἱ θεοὶ παιδείαν καὶ λόγον, ᾧ διὰ βίου μέν τις χρώμενος καὶ συνεχῶς ἦλθέ ποτε πρὸς τέλος ὑγιὲς καὶ εὔδαιμον· οἱ δὲ σπανίως καὶ διὰ χρόνου ποτὲ περιτυχόντες ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν· ὅμως δὲ ἤδη ποτὲ ἐξαισίων δεινῶν ἐπικειμένων αὐτοῖς ἀπετράπησαν. οἱ δὲ διὰ παντὸς ἄπειροι τοῦ φαρμάκου τούτου καὶ μηδέποτε σωφρονοῦντι λόγῳ τὰς ἀκοὰς ὑπέχοντες ὁλοκλήρως ἄθλιοι μηδεμίαν σκέπην μηδὲ προβολὴν ἔχοντες ἀπὸ τῶν παθῶν, ἀλλʼ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενοι, καθάπερ σκάφει σαθρῷ καὶ λελυμένῳ πάντων ἐν ἀγνώμονι γνώμῃ καὶ πονηρίᾳ.