58
καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον, οἷον ἐκέλευεν Ἀχιλλεὺς, τοῖσἈχαιοῖς τὸν παιᾶνα λέγειν ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων, νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
59
ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἵα ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις· ἄγετʼ, ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾷ μὲν ἴτυν προβάλεσθε, δόρυ δʼ εὐτόλμως πάλλοντες, μὴ φειδόμενοι τᾶς ζωᾶς· οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ.
60
χορεύματα δὲ καὶ χοροὺς ἀνάλογον τούτοις οὐ σφαλλομένους οὐδὲ ἀκρατεῖς, ἀλλὰ ὡς οἷόν τε ἰσχυροὺς καὶ σώφρονας ἐπάγειν ἐν καθεστῶτι ῥυθμῷ· ὄρχησίν γε μὴν τὴν ἐνόπλιον, τὴν γιγνομένην τοῖς θεοῖς ἀπαρχὴν ἅμα καὶ μελέτην τῶν πολεμικῶν, ἧς φησιν ὁ ποιητὴς καὶ τὸν Μηριόνην ἔμπειρον εἶναι· τῶν γὰρ Τρώων τινὰ πεποίηκε λέγοντα, Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
61
ἢ σὺ οἴει ἄλλην τινὰ λέγειν ἐπίστασθαι τὸν τοῦ Μόλου υἱόν, ἀριθμούμενον ἐν τοῖς ἀρίστοις τῶν Ἀχαιῶν, ἢ τὴν ἐνόπλιον, τὴν Κουρητικήν, ἥπερ ἦν ἐπιχώριος τοῖς Κρησίν, τὴν ὀξεῖαν καὶ ἐλαφρὰν κίνησιν πρὸς τὸ διακλῖναι καὶ φυλάξασθαι ῥᾳδίως τὸ βέλος;
62
τούτοις γε μὴν ξυνέπεται μηδὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα τοῖς ἄλλοις ὁμοίας μηδὲ αὖ τοὺς θεοὺς καλεῖν οὕτως εὐχόμενον ὥσπερ ὁ Ἰώνων ποιητὴς Ἀνακρέων, ὦναξ, ᾧ δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρέη τʼ Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι δʼ ὑψηλὰς ὀρέων κορυφάς, γουνοῦμαί σε, σὺ δʼ εὐμενὴς ἔλθοις μοι, κεχαρισμένης δʼ εὐχωλῆς ἐπακούειν· Κλευβούλῳ δʼ ἀγαθὸς γενεῦ σύμβουλος, τὸν ἐμὸν δʼ ἔρωτʼ, ὦ Δεύνυσε, δέχεσθαι. Anacr. fr. 2