31
ὡσαύτως δὴ καὶ παρʼ ὑμῖν σκώμματα, πληγαί, γέλως. τίς ἂν οὖν τοὺς οὕτω διακειμένους ἐπαινέσειεν; οὐ γὰρ διὰ τοῦτο καὶ τοῖς ἄρχουσιν εὐτελέστεροι φαίνεσθε; καὶ πρότερόν τινα εἰρηκέναι φασί· τὸ δὲ Ἀλεξανδρέων πλῆθος τί ἂν εἴποι τις, οἷς μόνον δεῖ παραβάλλειν τὸν πολὺν ἄρτον· οὕτω γὰρ εἰρῆσθαι πολὺ βέλτιον· καὶ θέαν ἵππων· ὡς τῶν γε ἄλλων οὐδενὸς αὐτοῖς μέλει. οὐ γὰρ ὑμεῖς μέν, ἄν τις ἀσχημονῇ τῶν μειζόνων ἐν τῷ μέσῳ πάντων ὁρώντων, καταφρονήσετε αὐτοῦ καὶ νομιεῖτε οὐδενὸς ἄξιον, κἂν μυριάκις ὑμῶν ἔχῃ τινὰ ἐξουσίαν, αὐτοὶ δὲ δύνασθε σεμνοὶ δοκεῖν καὶ σπουδαῖοι τοιαῦτα πράττοντες.
32
οὐκ ἴστε ὅτι ὥσπερ ἡγεμὼν καὶ βασιλεὺς ὅταν προέλθῃ, τότε σαφέστατα ὁρᾶται καὶ δεῖ μηδὲν ἀγεννὲς μηδὲ αἰσχρὸν ποιεῖν· παραπλησίως καὶ δῆμος, ὅταν εἰς ταὐτὸ προέλθῃ καὶ ἀθρόος γένηται; χρὴ μὲν γὰρ οἶμαι καὶ τὸν ἄλλον χρόνον σωφρονεῖν ὑμᾶς· ἀλλʼ ὅμως ὅ, τι ἂν πράττῃ τις καθʼ αὑτόν, οὐ κοινόν ἐστι τοῦτο οὐδὲ τῆς πόλεως· ἐν τῷ θεάτρῳ δὲ βλέπεται τὸ δημόσιον ἦθος. ὑμεῖς δὲ μάλιστα ἐνταῦθα ἀφυλάκτωσἔχετε καὶ προήσεσθε τὴν δόξαν τῆς πόλεως· ὥσπερ αἱ κακαὶ γυναῖκες, δέον αὐτάς, κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίως, αἱ δὲ μάλιστα ἐν ταῖς ὁδοῖς πλεῖστα ἁμαρτάνουσιν.
33
τί οὖν; τάχα ἐρεῖ τις, τοῦτο μόνον ἁμαρτάνομεν, τὸ φαύλως θεωρεῖν; καὶ περὶ τούτου μόνου λέγεις ἡμῖν, ἄλλο δʼ οὐθέν; δέδοικαἅμα τὸ περὶ πάντων ἐπεξελθεῖν. καίτοι τάχα φήσει τις ὡς πολλὰ λέγων οὐδὲν ὑμῖν συμβεβούλευκα οὐδὲ εἴρηκα σαφῶς, ἐφʼ ᾧ μάλιστα ἐπιτιμῶ· τοῦτο δὲ ἔργον εἶναι τοῦ διδάσκοντος. ἐγὼ δὲ καὶ νῦν μὲν ἡγοῦμαι πολλὰ καὶ χρήσιμα εἰρηκέναι τοῖς προσέχουσι καὶ περὶ θεοῦ καὶ περὶ δήμου φύσεως καὶ περὶ τοῦ δεῖν ἀκούειν, κεἰμὴ πείθεσθε, λόγων. τοῦτο γὰρ οἶμαι καὶ ἀναγκαιότατον ἦν, παρασκευάσαι πρῶτον ὑμᾶς ὑπομένοντας ἀκούειν. ὥστʼ, εἰ μηδὲν ἄλλο παρέσχηκεν ὑμῖν μέγα ὁ λόγος, τοῦτο γοῦν ὅτι τοσοῦτον χρόνον κάθησθε σωφρονοῦντες. καὶ γὰρ τοῖς νοσοῦσι μεγάλη ῥοπὴ πρὸς σωτηρίαν μικρὸν ἡσυχάσασιν.