62
τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷός τε εἰπεῖν; — ἀλλὰ ᾅσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες τοὺς νόμους ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρʼ ὑμῖν αὐτοῖς, ἀλλʼ, ὡς ʽ??ʼοικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν· οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς· οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους.
63
ἔχω δὲ καὶ ἄλλον εἰπεῖν λόγον ἀνθρώπου Φρυγὸς ἀκούσας, Αἰσώπου συγγενοῦς, δεῦρο ἐπιδημήσαντος, ὃν εἰς Ὀρφέα καὶ ὑμᾶς ἔλεγεν. ἔστι δὲ τῶν ὑμετέρων σκωμμάτων ἀτοπώτερος καὶ μακρότερος. σκοπεῖτε οὖν, εἰ βούλεσθε ἀκοῦσαι, καὶ μὴ δυσχεράνητε. ἔφη τοίνυν ἐκεῖνος περί τε Θρᾴκην καὶ Μακεδονίαν τὸν Ὀρφέα μελῳδεῖν, καθάπερ εἴρηται, κἀκεῖ τὰ ζῷα προσιέναι αὐτῷ, πολύ τι πλῆθος οἶμαι τῶν πάντων θηρίων.
64
πλεῖστα δὲ ἐν αὐτοῖς εἶναι τούς τε ὄρνιθας καὶ τὰ πρόβατα. τοὺς μὲν γὰρ λέοντας καὶ τὰ τοιαῦτα διὰ τὴν ἀλκὴν καὶ τὴν ἀγριότητα δυσπιστότερα εἶναι, καὶ τὰ μὲν οὐδʼ ὅλως πελάζειν, τὰ δʼ εὐθὺς ἀποχωρεῖν, οὐχ ἡδόμενα τῷ μέλει. τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα μᾶλλόν τε προσιέναι καὶ μηκέτʼ ἀπαλλάττεσθαι· τὰ μὲν οἶμαι διὰ τὸ εὔηθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα αὐτοῦ ὁμοῦ καὶ νεμόμενα· καὶ γὰρ ἐκεῖνον ἔν τε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν·ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν· ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον, τὰς μέντοι ψυχὰς διαμένειν, οἷαι πρότερον ἦσαν.