75
αὐτὸν γὰρ οἶμαι τὸν Ἰξίονα λῆρον ἀποφαίνετε τὸν ἐν τῷ τροχῷ παρὰ τοῖς ποιηταῖς ἐνδεδεμένον καὶ κολαζόμενον διὰ τοιαύτην τινὰ ἀσέβειαν. φέρε οὖν, εἰ μεταξὺ θεῶν τις ὑμῖν ἐπιστὰς εἴποι διατεινάμενος, δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα. τί σφόδρα οὕτω κυκᾶσθε; τίς ἡ σπουδή; τίς ὁ ἀγών; οὐ γὰρ Πέλοψ ἐστὶν ὁ διώκων, οὐδʼ Οἰνόμαος οὐδὲ Μυρτίλος, ὁ μὲν δεύτερος ἀπὸ Διὸς γεγονώς, ὁ δὲ Ἑρμοῦ παῖς, οὐδὲ περὶ βασιλείας οὐδὲ γυναικὸς οὐδὲ θανάτου πρόκειται κρίσις, ἀλλʼ ἔστιν ὁ ἀγὼν ἀνδραπόδων ὑπὲρ τοῦ τυχόντος ἀργυρίου, νῦν μὲν ἡττωμένων, νῦν δὲ νικώντων, ἀεὶ τῶν αὐτῶν· εἰ λέγοι ταῦτα, τί ἐρεῖτε;
76
ἢ δῆλον ὅτι οὐδʼ ἀκούσεσθε παρʼ ἐκεῖνον τὸν καιρόν, οὐδὲ ἂν αὐτὸς ὑμῖν ὁ τοῦ Πέλοπος διαλέγηται πρόγονος; τίνα οὖν εὕρῃ τις ἐπικουρίαν ἢ τίνα ἐξιλάσασθαι δεῖ δαιμόνων; ἔστιν Ὀλυμπίασι κατὰ μέσον τὸν ἱππόδρομον Ταραξίππου Ποσειδῶνος βωμός, ἔνθα μάλιστα συνέβαινε τοὺς ἵππους πτοεῖσθαι καὶ πλεῖστα διαφθείρεσθαι τῶν ἁρμάτων. ἔδοξεν οὖν τοῖς Ἠλείοις ὡς δαιμονίου τινὸς ὄντος ἱδρύσασθαι βωμόν. καὶ τὸ λοιπόν φασιν ἀπʼ ἐκείνου γεγονέναι τὸν τόπον ἀσφαλῆ.
77
πολὺ δὴ μᾶλλον ἔγωγε ὑμῖν συμβουλεύω τὸν θεὸν τοῦτον ἐξιλάσασθαι καὶ βωμὸν ἱδρύσασθαι τὸν αὐτόν, μὰ Δίʼ οὐχ ὑπὲρ τῶν ἵππων, ἀλλʼ ὑπὲρ ὑμῶν αὐτῶν, ὅπως μὴ ταράττησθε μηδὲ ἐκπίπτητε τῆς τάξεως. μὴ γὰρ δαιμόνια πάντʼ ᾖ τὰ τοιαῦτα καὶ μείζονος δεόμενα ἀποτροπῆς. φασὶν ἀρχαίαν βασιλίδα ἐν Κρήτῃ τῶν Ἡλιαδῶν ἐρασθῆναι ταύρου, καὶ συγγενομένην χαλεπόν τι καὶ μέγα τεκεῖν τέρας. δέδοικα δὴ κἀγὼ τὸν ἱππικὸν τοῦτον ἔρωτα τῆς πόλεως, μή τι δυσχερὲς ὑμῖν καὶ ξένον ἐνέγκῃ τῷ χρόνῳ.
78
πάλιν δὲ ἑτέραν παρθένον ποταμοῦ τινος ἐρασθεῖσαν ὁσημέραι φοιτᾶν ἐπὶ τὸ ῥεῦμα, καὶ τόν τε ἀφρὸν ἐντίθεσθαι ταῖς ἀγκάλαις καὶ τὸ ὕδωρ ὑποδέχεσθαι τοῖς κόλποις.Ἀθήνησι δὲ αὐτὸ τοῦτο τὸ ζῷον ἀγαπηθῆναι τὸ καὶ παρʼ ὑμῖν εὐδοκιμοῦν· καὶ νῦν ἐστιν ἐν τῇ πόλει τόπος οὕτω καλούμενος Ἵππου καὶ κόρης ἄβατον. ὁ γὰρ πατὴρ συγκαθεῖρξε τὴν παῖδα τῷ ἵππῳ, καί φασιν οὕτω διαφθαρῆναι τὴν κόρην.