79
σκοπεῖτε δὲ μὴ καὶ ὑμεῖς ὑπὸ τῆς τοιαύτης ἐπιθυμίας ἀπόλησθε.ποῖος γὰρ Ὅμηρος ἢ τίς ἀνθρώπων δύναται τὰ συμβαίνοντα εἰπεῖν; οὐ γὰρ οὕτως ἐκεῖνός φησι τὰ ἅρματα ταπεινὰ γίγνεσθαι μεταξὺ καὶ σφόδρα ὑψηλὰ κατὰ τὸν δρόμον, ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας. φησὶ δʼ οὕτως, ἵνʼ ὑμῖν καὶ χαρίσωμαί τι μικρόν· ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα, τοὶ δʼ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις.
80
ἐνταῦθα τοὺς μὲν ἡνιόχους πεποίηκεν ἀγωνιστὰς καὶ φιλοτιμουμένους, τοὺς δὲ θεατὰς καθʼ ἡσυχίαν θεωροῦντας, ὥσπερ καὶ προσῆκε. μόνον δʼ ἐπὶ τῷ τέλει φησὶν Αἴαντα τὸν Λοκρὸν ὁρᾶν ἀπρεπέστερον καὶ λοιδορεῖσθαι Ἰδομενεῖ περὶ τῶν ἵππων τῶν Εὐμήλου. οὗτος μέντοι ἐστὶν ὁ περὶ τὴν Ἀθηνᾶν αὖθις ἀσεβήσασἁλισκομένης τῆς Τροίας, καὶ αὐτός τε διὰ τοῦτο κεραυνωθεὶς καὶ τοῦ χειμῶνος καὶ τῆς ναυαγίας τοῖς πᾶσιν αἴτιος γενόμενος. ὁ γὰρ ἐν τοιούτοις θρασὺς καὶ προπετὴς οὐδὲ τἄλλα εἶναι δύναται σώφρων, ὥσπερ καὶ εἶπον ἤδη.
81
τοῦτο μὲν οὖν τοιοῦτον παράδειγμα κακίας καὶ ἀνοίας ὅμοιος ἐκ τῶν τοιούτων ἀνθρώπων τοῖς παρʼ ὑμῖν ʽπλὴν ὅτι μάχεσθαί γε οὐδεὶς ἱκανός ἐστιν οὐδὲ ἀριστεύειν οὐδὲ αἱρεῖν πόλεις, ὡς ἐκεῖνοσʼ ὑμῶν δὲ οὐδεὶς ἐν τῇ θέᾳ καθέστηκεν, ἀλλὰ πολὺ μᾶλλον πέτεσθε τῶν ἵππων καὶ τῶν ἡνιόχων, καὶ γελοίως ἐλαύνετε καὶ ἡνιοχεῖτε καὶ διώκετε καὶ ἡγεῖσθε καὶ πίπτετε. τοιγαροῦν οὐ κακῶς τις παρεποίησε τῶν σαπρῶν τούτων ποιητῶν·
82
ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δὲ θεαταὶ θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὔτε κάθηντο, χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νίκης ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι. ἠΰτε περ κλαγγὴ γεράνων πέλει ἠὲ κολοιῶν, αἵτʼ ἐπεὶ οὖν ζῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον, κλαγγῇ ταί γε πέτονται ἀπὸ σταδίοιο κελεύθου.