87
ἔστι γὰρ ὅμοιον ὥσπερ εἰ οἰκίαν μέν τις ἴδοι πάνυ καλήν, τὸν δὲ δεσπότην αὐτὸν ἀνδράποδον μηδὲ θυρωρεῖν ἄξιον. τῷ παντὶ γὰρ κρεῖττον ἐρημίαν καθορᾶν καὶ δεκαπέντε ἀνθρώπους εὐπόρους ἢ πλῆθος ἀνήριθμον ἀνθρώπων ἀθλίων καὶ μαινομένων, ὥσπερ τινὰκόπρον βαθεῖαν ἐν ταὐτῷ νενημένην ἐκ παντοδαπῶν λυμάτων. οὐδὲ γὰρ πόλιν εἴποι τις ἂν ὀρθῶς τὴν ἐκ τοιούτων, οὐδέ γε χορὸν τοὺς ὁποίους δήποτε συνελθόντας, οὐδὲ στρατόπεδον πάντα ὄχλον.
88
οὐδὲ γὰρ τὸ τοῦ Ξέρξου στράτευμα λαμπρὸν ἦν, πλὴν εἰ μή τι διορύττειν ἢ διασκάπτειν ἢ τοιοῦτον ἕτερον ἔργον πράττειν·οὐδὲ ἡ τῶν Τρώων πόλις εὐδαίμων, ὅτι πονηρῶν καὶ ἀκολάστων ὑπῆρξε πολιτῶν. καίτοι μεγάλη τε καὶ ἔνδοξος ἦν· ἀλλʼ ὅμως ὁ τῆς Ἰθάκης πολίτης ἐπόρθησεν αὐτήν, ὁ τῆς μικρᾶς καὶ ἀδόξου σφόδρα οὖσαν εὐρύχωρον. φοβοῦμαι δὴ μὴ καὶ ὑμεῖς ἀπόλησθε ἐκείνοις παραπλησίως, εἰ καὶ ψυχρότερόν ἐστιν εἰπεῖν ὅτι κἀκείνην ὑπὸ ἵππου τινὸς φθαρῆναι λέγεται· πλὴν οἱ μὲν ἴσως ὑφʼ ἑνός, ὑμεῖς δὲ ὑπὸ πλειόνων ἑαλώκατε.
89
μὴ γὰρ τοῦτο μόνον ἡγεῖσθε ἅλωσιν εἶναι πόλεως, ἄν τινες τὸ τεῖχος καταβαλόντες ἀποσφάττωσι τοὺς ἀνθρώπους καὶ τὰς γυναῖκας ἀπάγωσιν καὶ τὰς οἰκίας κατακάωσιν· αὕτη μὲν ἴσως τελευταία καὶ πρὸς ὀλίγον γιγνομένη καὶ μᾶλλον ἐλεεῖσθαι τοὺς παθόντας ἢ καταγελᾶσθαι παρασκευάζουσα· παρʼ οἷς δʼ ἂν ᾖ πάντων ἀμέλεια τῶν καλῶν, ἑνὸς δὲ πράγματος ἀγεννοῦς ἔρως, καὶ πρὸς μόνον τοῦτο ἀποβλέπωσι καὶ περὶ τοῦτο διατρίβωσι πηδῶντες καὶ μαινόμενοι καὶ παίοντες ἀλλήλους καὶ ἀπόρρητα λέγοντες καὶ τοὺς θεοὺς αὐτοὺς πολλάκις λοιδοροῦντες καὶ τὰ ὄντα ῥιπτοῦντες καὶ γυμνοὶ βαδίζοντες ἀπὸ τῆς θέας ἐνίοτε, τοῦτʼ ἔστιν αἰσχρὰ πόλεως καὶ ἐπονείδιστος ἅλωσις.