90
καὶ γὰρ ἀνθρώπους ἑαλωκέναι φαμὲν οὐχ ὑπὸ λῃστῶν μόνον, ἢ ἑταιρῶν ἀλλὰ καὶ ἑταίρας καὶ γαστρὸς καὶ ἄλλης τινὸς φαύλης ἐπιθυμίας. αἰχμάλωτος οὖν γενέσθαι καλῶς ἂν λέγοιτο καὶ ἀνὴρ καὶ πόλις, ἥτις ἂν τῶν κρειττόνων ἐπιτηδευμάτων ἀφεμένη καὶ μήτε ὁρῶσα μηδὲν μήτε ἀκούουσα τῶν φερόντων εἰς σωτηρίαν, ἀλλʼ αἱρεθεῖσα ὑπὸ μέθης ἢ ᾠδῆς γυναικῶν ἢ ἁρμάτων ἄγηται καὶ φέρηται καὶ πᾶσα διʼ ὅλης θορυβῆται περὶ τοῦτο καὶ ἐκφρονῇ· καὶ νὴ Δία ἑαλωκέναι λέγοιτʼ ἂν καὶ κατὰ κράτος ὃς οὕτως ἑάλωκε καὶ περιηγκωνίσθαι. οὐ γὰρ ἂν μὲν τὸ σῶμά τινος κρατῆται καὶ περιέχηται δεσμοῖς τισιν ἢ φρουροῖς, τὰ δυσχερῆ δεῖ ταῦτα νομίζειν αἰχμαλωσίαν καὶ δουλείαν καὶ ἀπαγωγήν, τῆς δὲ ψυχῆς ἠνδραποδισμένης καὶ ἀπολωλυίας εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι.
91
καίτοι δεινὰ μέν που καὶ ἐφʼ ἑκάστων τὰ τοιαῦτα, τῷ παντὶ δὲ αἰσχίω δημοσίᾳ φαινόμενα. καὶ γὰρ αἱ λοιπαὶ νόσοι μέχρι μὲν τῶν καθʼ ἕνα εἰσὶν οὐ μεγάλης οὐδὲ φοβερᾶς προσηγορίας τυγχάνουσιν· ὅταν δὲ κοινὸν γένηται τὸ πρᾶγμα, τότε λοιμὸς καλεῖται. καθόλου γὰρ πάντα ἁμαρτήματα εὕροι τις ἂν πανταχοῦ, καὶ οἰνόφλυγες καὶ πόρνοι καὶ γυναιμανεῖς ἐν πάσαις εἰσὶ ταῖς πόλεσιν· ἀλλʼ οὐδὲν τοῦτο χαλεπὸν οὐδὲ ὑπερβάλλον· ὅταν δὲ ἐπικρατῇ τὸπάθος καὶ βλέπηται κοινόν, τότε ἐπίσημον καὶ μέγα καὶ δημοσίᾳ γίγνεται.
92
ποία γὰρ πόλις ἐστὶ τῶν μὴ σφόδρα ἐρήμων καὶ μικρῶν, ἐν ᾗ μὴ καθʼ ἡμέραν τις πυρέττει πάντως· ἀλλὰ Καυνίους μόνον παρείληφε κἀκείνων ἐστὶ τὸ ὄνειδος, ὅτι πάντες αὐτὸ πάσχουσιν· ὥσπερ καὶ ἀπὸ τῶν βελτιόνων τινὲς ἐθαυμάσθησαν καὶδόξαν ἔσχον. πόσους γὰρ οἴεσθε Ἀθηναίων ἢ Μεγαρέων ἢ Κορινθίων τὰ σώματα ἀσκεῖν καὶ ζῆν φιλοπόνως πολλοὺς δῆλον ὅτι καὶ ταῦθʼ ὅτʼ ἀναγκαῖον ἦν αὐτοῖς ἄνδρας ἀγαθοὺς ὑπὲρ τῶν πατρίδων γίγνεσθαι;