93
τί οὖν μόνοι Λακεδαιμόνιοι τοῦτʼ ἔσχον τὸ ὄνομα καὶ τῆς δόξης ἀπολαύουσιν ἔτι καὶ νῦν; ὅτι κοινῇ ἐκτήσαντοτὴν φιλοτιμίαν. τοὺς δὲ Ἀθηναίους τὰ περὶ τοὺς λόγους μᾶλλον ἐπιτηδεύοντας καὶ ποίησιν καὶ χοροὺς ἐπὶ τούτοις αὐτοὺς ἐποίησε θαυμάζεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. σκοπεῖτε δὲ μὴ ὑμεῖς οὐχ ὁμοίας μεταλάβητε δόξης τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ἀλλὰ μᾶλλον ἑτέροις τισίν· οὐ βούλομαι γὰρ ὀνομάσαι. ὅπερ γὰρἤδη πολλάκις εἶπον, αἰσχίω τὰ αἰσχρὰ καὶ καταγέλαστα μᾶλλον, ὅταν ᾖ περὶ τὰς πόλεις.
94
ὥσπερ ἐν ταῖς κωμῳδίαις καὶ διασκευαῖς Καρίωνα μὲν εἰσάγοντες μεθύοντα καὶ Δᾶον οὐ σφόδρα κινοῦσι γέλωτα, τὸν δὲ Ἡρακλέα τοιοῦτον ὁρῶσι γελοῖον δοκεῖ, παραφερόμενον, καὶ καθάπερ εἰώθασιν, ἐν κροκωτῷ, παραπλησίως καὶδῆμος οὕτως μέγας μινυρίζων διὰ βίου καὶ πάλιν ἡνιοχῶν χωρὶς ἵππων αἰσχρὸν γίγνεται καὶ καταγέλαστον. αὐτὸ γὰρ τοῦτο Εὐριπίδης τὸν Ἡρακλέα φησὶ παθεῖν μαινόμενον· ἐκ τοῦδε βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας, κἄθεινε κέντρον δῆθεν ὡς ἔχων χερί.
95
μὴ οὖν καὶ ὑμεῖς κατὰ ζῆλον τὸν ἐπʼ Ἀλεξάνδρῳ· καὶ γὰρ αὐτὸς ἔλεγε Διὸς υἱὸς εἶναι. μᾶλλον δʼ ἴσως οὐχ Ἡρακλεῖ προσέοικεν ὑμῶν ὁ δῆμος, ἀλλὰ Κενταύρῳ τινὶ ἢ Κύκλωπι πεπωκότι καὶ ἐρῶντι, τὸ μὲν σῶμα ἰσχυρῷ καὶ μεγάλῳ, τὴν δὲ διάνοιαν ἀμαθεῖ. πρὸς τοῦ Διὸς οὐχ ὁρᾶτε ὅσην ὁ αὐτοκράτωρ ὑμῶν πεποίηται τῆς πόλεως ἐπιμέλειαν; οὐκοῦν χρὴ καὶ ὑμᾶς ἀντιφιλοτιμεῖσθαι καὶ τὴν πατρίδα κρείττω ποιεῖν, μὰ Δίʼ οὐ κρήναις οὐδὲ προπυλαίοις· εἰς ταῦτα μὲν γὰρ οὐ δύνασθε ὑμεῖς ἀναλίσκειν οὐδʼ ἂν ὑπερβάλοισθέ ποτε οἶμαι τῆν ἐκείνου μεγαλοψυχίαν· ἀλλʼ εὐταξίᾳ, κόσμῳ, τῷ δεικνύειν ὑμᾶς αὐτοὺς σώφρονας καὶ βεβαίους. οὕτως γὰρ ἂν οὔτʼ ἐπὶ τοῖς γεγονόσι μετανοήσειε καὶ πλείονα ὑμᾶς ἀγαθὰ ἐργάσεται. καὶ ἴσως ἂν αὐτῷ καὶ τῆς ἐνθάδε ἀφίξεως παράσχοιτε πόθον.