99
ἀλλʼ ἐστὲ ἱλαροὶ καὶ σκῶψαι πάντων δεινότατοι. οὐ δήμου τὸ ἐπιτήδευμα· πόθεν; οὐδὲ πόλεως, ἀλλὰ Θερσίτου τινός· αὐτὸν γοῦν ἐκεῖνον εἴρηκεν Ὅμηρος ἐν τοῖς πᾶσιν Ἕλλησιν ἀφικέσθαι γελωτοποιόν· ἀλλʼ ὅτι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι. ἀλλʼ οὐ τὸ γελοῖον ἀγαθόν ἐστιν οὐδὲ τίμιον, ἀλλὰ τὸ χαίρειν· ἀπορίᾳ δὲ καὶ ἀγνοίᾳ χαρᾶς ἄνθρωποι διώκουσι γέλωτα. τὴν γοῦν βοτάνην ἀκηκόατε τὴν σαρδόνιον καλουμένην, ἣ γέλωτα μὲν ποιεῖ, χαλεπὸν δὲ τοῦτον καὶ ἐπʼ ὀλέθρῳ.
100
μὴ οὖν σφόδρα οὕτως περιέχεσθετούτου, μηδὲ ἀμούσους καὶ φορτικὰς καὶ ἀμαθεῖς ποιεῖτε τὰς Χάριτας, ἀλλὰ μᾶλλον Εὐριπίδην μιμεῖσθε οὕτω λέγοντα· μὴ παυσαίμην τὰς Χάριτας Μούσαις ἀναμιγνύς, ἁδίσταν συζυγίαν· ἵνα μὴ τὸ Μουσεῖον ὑμῖν ἄλλως εἶναι δοκῇ τόπος ἐν τῇ πόλει, καθάπερ οἶμαι καὶ ἄλλοι τόποι μάτην προσαγορεύονται, τὸ πρᾶγμα μὴ ἔχοντες μετὰ τοῦ ὀνόματος.
101
ἀλλὰ γὰρ δέδοικα μὴ κἀμοὶ συμβέβηκεν ὅ φασιν Αἰγυπτίων τινὶ τῶν σφόδρα ἀρχαίων μουσικῷ. ἐκείνῳ γὰρ τὸ δαιμόνιόν ποτε προειπεῖν καθʼ ὕπνον ὡς εἰς ὄνου ὦτα ᾅσεται. καὶ δὴ τὸν μὲν ἄλλον χρόνον οὐ προσεῖχεν οὐδὲ ἐφρόντιζε τοῦ ὀνείρατος, ὡς οὐδενὸς ὄντος. ἐπεὶ δὲ ὁ τύραννος τῶν Σύρων ἧκεν εἰς Μέμφιν, ἐκπληττομένων αὐτὸν τῶν Αἰγυπτίων ἐκάλεσεν. ἐπεδείκνυτο οὖν πάσῃ προθυμίᾳ καὶ τἀκριβέστερα τῆς τέχνης· ὁ δέ, οὐ γὰρ ἦν οἱ σύνεσις μουσικῆς, ἐκέλευε παύσασθαι αὐτὸν ἀτιμάσας. ὁ δὲ ἀναμνησθεὶς ἐκείνου τοῦ ὀνείρατος, Τοῦτʼ ἦν ἄρα, ἔφη, τὸ εἰς ὄνου ὦτα ᾅδειν. ὁ δὲ τύραννος ἀκούσας τῶν ἑρμηνέων οἷα ἔλεγεν ἔδει καὶ ἐμαστίγου τὸν ἄνδρα, καὶ τοῦτο πολέμου λέγουσιν αἴτιον γενέσθαι.
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.