5
ἔπειθʼ ὑμεῖς ἀκούοντες τὸ μὲν ἐξετάζειν καθʼ ἕκαστον ἢ ἀπιστεῖνἀνδρὶ σοφῷ φαῦλον ἡγεῖσθε καὶ ἄκαιρον, ἄλλως δὲ τῇ ῥώμῃ καὶ τῇ ταχυτῆτι τῶν λόγων ἐπαίρεσθε καὶ πάνυ χαίρετε ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων, καὶ πεπόνθατε ὅμοιον τοῖς ὁρῶσι τοὺς ἵππους τοὺς ἀπὸ ῥυτῆρος θέοντας· οὐδὲν ὠφελούμενοι θαυμάζετε δὲ ὅμως καὶ μακάριόν φατε κτῆμα. καίτοι καὶ τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους πολλάκις, ἀλλὰ φαῦλον ἀνδράποδον.
6
ἡ μὲν οὖν τοιάδε ἀκρόασις θεωρία τις οὖσα καὶ πομπὴ παραπλήσιον ἔχει τι ταῖς ἐπιδείξεσι τῶν καλουμένων ἰατρῶν, οἳ προκαθίζοντες ἐν τῷ μέσῳ ξυμβολὰς ἄρθρων καὶ ὀστέων συνθέσεις καὶ παραθέσεις καὶ τοιαῦθʼ ἕτερα ἐπεξίασι, πόρους καὶ πνεύματα καὶ διηθήσεις. οἱ δὲ πολλοὶ κεχήνασι καὶ κεκήληνται τῶν παιδίων μᾶλλον. ὁ δʼ ἀληθὴς ἰατρὸς οὐκ ἔστι τοιοῦτος οὐδὲ οὕτως διαλέγεται τοῖς ὄντως δεομένοις· πόθεν; ἀλλὰ προσέταξε τί δεῖ ποιεῖν, καὶ φαγεῖν βουλόμενον ἢ πιεῖν ἐκώλυσε, καὶ λαβὼν ἔτεμεν ἀφεστηκός τι τοῦ σώματος.
7
ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτʼ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατʼ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν, ἀλλʼ ἴσως ἠγανάκτουν πρὸς τὴν ὑποδοχήν, ταὐτό μοι πεπονθέναι δοκοῦσιν οἱ πολλοὶ ξυνιόντες ἐπὶ τὸν τοιοῦτον καὶ λέγειν κελεύοντες, ἄγευστοι δῆλον ὅτι τῶν τῆς ἀληθείας ὄντες λόγων, ἔπειθʼ ἡδύ τι καὶ προσηνὲς ἀκούσεσθαι προσδοκῶντες. φέρε δὴ πρὸς τῶν θεῶν, ἆρα ἀνέξεσθε, εἰ μὴ πάνυ τις τῇ παρρησίᾳ χρῷτο μηδὲ ἐπὶ πάντα ἔρχοιτο τὰ προσόντα ὑμῖν, ἀλλʼ ἓν εἴποι τι μόνον ἢ δεύτερον;
8
σκοπεῖτε δὴ μὴ ταὐτὸ πάσχητε Ἰλιεῦσιν ἐκείνοις, οἳ τραγῳδόν τινα ἐπιδημήσαντα ἠνώχλουν, ἐπιδείξασθαι κελεύοντες· ὁ δὲ ἐᾶν αὐτοὺς ἠξίου καὶ τὴν ἡσυχίαν ἄγειν. ὅσῳ γὰρ ἄν, ἔφη, κρεῖττον ἀγωνίσωμαι, τοσούτῳ φανήσεσθε ὑμεῖς ἀτυχέστεροι. τὸν οὖν φιλόσοφον κρεῖττόν ἐστι τοῖς πολλοῖς σιωπῶντα ἐᾶν.