13
ὥσθʼ ὁ λοιδορεῖν ἱκανὸς καὶ καθάπτεσθαι καὶ φανερὰ τῷ λόγῳ ποιεῖν τὰ ἁμαρτήματα δῆλον ὅτι κρείττων ἐστὶ καὶ προκέκριται τῶν ἐπαινούντων. εἰ δʼ ἄρα ὑμεῖς ἐπαινούμενοι μᾶλλον ἥδεσθε, ἐπ̓ἄλλους ὑμῖν ἰτέον. ὅταν οὖν πρῶτον αὑτόν τινα ἴδητε κολακεύοντα ἐν ἅπασιν οἷς ποιεῖ καὶ χαριζόμενον ἐν τροφαῖς, ἐν ἐσθῆσι, καὶ περιιόντα ἀκόλαστον, τοῦτον οἴεσθε κολακεύσειν καὶ ὑμᾶς καὶ παρὰ τούτου προσδοκᾶτε λόγον ἡδύν, ὃν ὑμεῖς ἔπαινον ὀνομάζετε, τρυφῶντα δὴ παρὰ τρυφῶντος.
14
ὅταν δὲ αὐχμηρόν τινα καὶ συνεσταλμένον ἴδητε καὶ μόνον βαδίζοντα, πρῶτον αὑτὸν ἐξετάζοντα καὶ λοιδοροῦντα, μὴ ζητεῖτε παρὰ τοῦ τοιούτου μηδεμίαν θωπείαν μηδὲ ἀπάτην, μηδὲ τὸν δεξιὸν ἐκεῖνον καὶ προσηνῆ λόγον, ὃς δὴ μάλιστα διατρίβει περὶ δήμους καὶ σατράπας καὶ τυράννους. οὔτοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα. οἵδε μὲν γὰρ ὥσπερ ἐπίκωμοί τινες ἥκουσιν εἰς τὸν βίον αὐλούμενοι καὶ ᾀδόμενοι καὶ μεθύοντες εἰς ἑορτήν τινα καὶ πανήγυριν ἀσώτων εἰσβεβληκέναι νομίζοντες.
15
ἀλλʼ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ καὶ ὅτι μεστὰ πάντα πολεμίων καὶ ἐχθρῶν, ὅπου τρυφὴ καὶ ἀπάτη δυναστεύουσιν, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, ἀνδρῶν θρυπτομένων κατέδυ πόλιν εὐρυάγυιαν· ἐπʼ οὐδενὶ κακῷ τῶν πέλας, ὥσπερ Ὀδυσσεὺς ἐπὶ κακῷ τῶν μνηστήρων ἧκε τοιοῦτος, ἀλλὰ τοὐναντίον ζητῶν ἂν ἄρα τι δύνηται λαθὼν ἀγαθὸν ἐργάσασθαι· τί δὴ κινεῖτε τὸν τοιοῦτον ἢ τί προκαλεῖσθε δύσκολόν τινα καὶ ἄγριον ὑμῖν φανούμενον δημηγόρον; οὐ γὰρ ὑμῶν παρεσκεύασται τὰ ὦτα δέξασθαι τραχεῖς τε καὶ στερεοὺς λόγους· ἀλλʼ ὥσπερ ἀσθενεῖς ὁπλαὶ κτηνῶν τῶν ἐν μαλακοῖς τε καὶ λείοις τραφέντων χωρίοις, ὁμοίως ὦτα τρυφερὰ ἐν κολακείᾳ τραφέντα καὶ λόγοις ψευδέσι.