20
ἣν πάντας φησὶ μυθεῖσθαι πολύχρυσον, πολύχαλκον. μή τι οὖνὤνησεν αὐτοὺς ἢ τοῦ πλούτου τὸ μέγεθος ἢ τῶν ὑπηκόων ἢ τῶν συμμάχων τὸ πλῆθος ἢ τῶν πεδίων ἢ τῆς Ἴδης τὸ κάλλος ἢ τοῦ Σιμόεντος ἢ τοῦ Ξάνθου τοῦ δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. καίτοι φησὶ καὶ πηγάς τινας πάνυ καλὰς ἐν τῷ προαστείῳ, τὴν μὲν ἀλεεινὴν καὶ σφόδρα προσηνοῦς ὕδατος, ὥστε καὶ καπνὸν ἀπʼ αὐτῆς ἐγείρεσθαι, τὴν δʼ ἐοικυῖαν τῇ ψυχρότητι κρυστάλλῳ τοῦ θέρους, ὥστε καὶ θέρους καὶ χειμῶνος μὴ δυσχερῶς πλύνειν τὰς καλὰς Τρώων θυγατέρας.
21
οὐ μόνον δὲ πλούτῳ καὶ χώρας ἀρετῇ καὶ πλήθει διέφερον, ἀλλὰ καὶ ἄνθρωποι κάλλιστοι παρʼ αὐτοῖς ἐγίγνοντο, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ ἵπποι τάχιστοι, καὶ θεοφιλεῖς ἐδόκουν εἶναι, καὶ τείχει καρτερωτάτῳ περιπεφραγμένοι ἦσαν. τὸ μέν γε τεῖχος αὐτοῖς Ποσειδῶνος ἔργον ἦν καὶ Ἀπόλλωνος. ὁ δὲ Ζεὺς τῶν ὑπὸ τὸν ἥλιον πόλεων ἐκείνην ἔφη μάλιστα ἀγαπῆσαι. τάχος δʼ ἵππων, ὥστε ἐπʼ ἄκρων θεῖν τῶν σταχύων. ἐπὶ κάλλει δὲ Γανυμήδην ὁ Ζεὺς ἐποιήσατο οἰνοχόον. Ἀλεξάνδρῳ δὲ ἐκ τῆς Ἑλλάδος ἐπηκολούθησεν ἡ ἀρίστη τῶν ἐκεῖθεν γυναικῶν. τὴν δὲ Κασσάνδραν Ὅμηρος οὔ φησι λείπεσθαι τῆς Ἀφροδίτης τὸ εἶδος.
22
ἀλλʼ ὅμως, ἐπειδὴ τρυφὴ καὶ ὕβρις εἰσῆλθεν αὐτοὺς καὶ παιδείας καὶ σωφροσύνης οὐδὲν ᾤοντο δεῖσθαι, πολὺ πάντων ἀτυχέστατοι γεγόνασιν. οὐχ ἡ σύμπασα χθὼν ταῖς συμφοραῖς αὐτῶν διατεθρύληται; καὶ οὐδὲν ὤνησεν αὐτοὺς οὔτε τῶν ἵππων τὸ τάχος οὔτε ὁ Ζεὺς οὔτε ὁ Γανυμήδης, ἀλλʼ ὑπʼ ἀνδρὸς ἐξ οὕτω λυπρᾶς καὶ ἀδόξου πόλεως ἀπώλοντο, καὶ ἴσχυσεν ὁ τῆς Ἰθάκης πολίτης περιγενέσθαι τῶν ἐκ τοῦ Ἰλίου πάντων, καὶ τὴν εὐρυάγυιαν ἅπασαν πορθῆσαι καὶ ἀνελεῖν;