23
οὐδὲ γὰρ οὐδʼ οἱ θεοὶ φιλοῦσιν ἔτι τοὺς ἀσελγεῖς καὶ ἄφρονας καὶ ἀκολάστους καὶ πρὸς ὕβριν ἐγκλίνοντας καὶ ῥᾳθυμίαν καὶ τρυφήν. ὥστε μὴ τούτοις θαρρεῖτε μηδὲ ἀποδέχεσθε τὸν συνηδόμενον ὑμῖν καὶ θαυμάζοντα λόγον μηδὲ τοὺς δεινοὺς ἐγκωμιάζειν· οὗτοι μὲν γὰρ ἐξαπατῶσιν ὑμᾶς καὶ μάτην ἐπαίρουσιν, ὥσπερ νηπίους παῖδας· ἀλλὰ μᾶλλον, ὃς ὑμῖν δείξει τι τῶν ἁμαρτημάτων, καὶ πρῶτον ἁπάντων, ἂν δύνηται, παρασκευάσει φρονεῖν ὑμᾶς, ὅτι τούτων ἕνεκεν, ὧν εἶπον, οὐκ ἐστὲ εὐδαίμονες, οὐδʼ ἂν ὁ Νεῖλος ὑμῶν διέρχηται τὴν πόλιν τῆς Κασταλίας γενόμενος διαυγέστερος, οὐδʼ ἂν ὁ Πακτωλὸς ἐνθάδε φανεὶς μὴ κατὰ ψῆγμα τὸ χρυσίον ὑμῖν φέρῃ, καθάπερ φασὶ Λυδοῖς πρότερον,ἀλλʼ ἄθρουν ὥσπερ ἰλύν, μηδʼ ἂν Αἴγυπτον ἢ Βαβυλῶνα τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων ὑπερβάλλησθε.
24
εἰ γὰρ ταῦτα δύναται ποιεῖν ἀνθρώπους μακαρίους, ποταμὸς ἢ κρᾶσις ἀέρος ἢ τόπος γῆς ἢ καὶ θαλάττης λιμένες ἢ ναὸς ἢ τεῖχος, οὐκ ἔστιν εἰπεῖν ὅσων λείπεσθε. Βυζαντίους ἐκείνους ἀκούετε παρʼ αὐτὸνοἰκοῦντας τὸν Πόντον, μικρὸν ἔξω τοῦ στόματος, αὐτομάτων ἰχθύων αὐτοῖς ἐπὶ τὴν γῆν ἐκπιπτόντων ἐνίοτε· ἀλλʼ ὅμως οὐδεὶς ἂν εἴποι διὰ τὸν ἰχθῦν εὐδαίμονας Βυζαντίους, εἰ μὴ καὶ τοὺς λάρους, οὐδὲ Αἰγυπτίους διὰ τὸν Νεῖλον οὐδὲ Βαβυλωνίους διὰ τὸ τεῖχος.
25
οὐχ ὁ Πηνειὸς διʼ ἐρήμου ῥεῖ Θετταλίας; οὐχ ὁ Λάδων διὰ τῆς Ἀρκαδίασἀναστάτου γενομένης; οὐκ αὐτὸς ὁ Κύδνος ἄνω καθαρώτερος; τί οὖν; διὰ τοῦτο βελτίους φήσετε ἐκείνους ἑαυτῶν; ἴσως μὲν ἀληθεύετε, ἐὰν λέγητε· οὐ μὴν ἐρεῖτε. τοὺς γὰρ ἀπείρους τρυφῆς καὶ πανουργίας, τούτους ἐγώ φημι πράττειν ἄμεινον. τί δʼ αὐτῆς τῆς Ἰταλίας; οὐ Σύβαρις μὲν ὅσῳ μάλιστα ἐτρύφησεν, τοσούτῳ θᾶττονἀπώλετο; Κρότων δὲ καὶ Θούριοι καὶ Μεταπόντιον καὶ Τάρας, ἐπὶ τοσοῦτον ἀκμάσασαι καὶ τηλικαύτην ποτὲ σχοῦσαι δύναμιν, ποίας πόλεως οὐκ εἰσὶ νῦν ἐρημότεραι;