30
ἦθος δὲ καθαρὸν καὶ μέτριον οὐ ζητεῖτε. καίτοι πολλάκις ἀκοῦσαί τινων ἔστι· μὴ γὰρ ἡμεῖς μόνοι μεταβεβλήκαμεν, ἀλλʼ οὐχὶ σχεδὸν ἅπαντες; ἔστι δὲ τοῦτο καθάπερ εἴ τις ἐν λοιμῷ διὰ τὸ πάντας ἢ τοὺς πλείστους νοσεῖν μηδεμίαν ἐθέλοι ποιεῖσθαι πρόνοιαν, ὥστε αὐτὸς ὑγιαίνειν, ἢ νὴ Δία ἐν θαλάττῃ χειμαζόμενος, ἔπειτα πάντας ὁρῶν τοὺς ἐν τῇ νηὶ κινδυνεύοντας ἀμελοῖ τῆς σωτηρίας. τί δέ; ἂν ὅλος καταδύηται στόλος, διὰ τοῦτο ἧττόν ἐστιν ἄτοπον τὸ ξυμβαῖνον;
31
ʽτ̔ί οὖν ἁμαρτάνομεν ἡμεῖς;ʼ τὰ μὲν ἄλλα ἐῶ. γελοῖον γάρ, εἴ τις πρὸς τὸν ὅλως οὐκ ἐπιστάμενον κιθαρίζειν, ἔπειτα ὡς ἔτυχε κρούοντα, ἐπιχειροῖ λέγειν ὅ,τι ἥμαρτεν ἢ τίνα φθόγγον παρέβη. τοσοῦτον δὲ μόνον εἰπεῖν ἄξιον, ὃ μηδεὶς ἂν ἀρνήσαιτο. φημὶ δὴ θαυμαστόν τι πάθος ἐν τῇ πόλει ταύτῃ πεπονθέναι πολλούς, ὃ παρʼ ἄλλοις τισὶ πρότερον ἤκουον μᾶλλον ἢ παρʼ ὑμῖν γιγνόμενον.
32
τί δὲ τοῦτʼ ἔστιν ἂν μὴ δύνωμαι δηλῶσαι σαφῶς, ἀλλὰ ὑμεῖς γε πειρᾶσθε ὑπονοεῖν· καὶ μηδέν με νομίσητε τῶν ἀπορρήτων λέγεινμηδʼ ὃ κρύπτουσιν οἱ ποιοῦντες, εἰ καὶ σφόδρα δόξει θαυμαστόν. μεταξὺ γοῦν ὀρθοὶ βαδίζοντες, λαλοῦντες οἱ πλείους καθεύδουσιν· εἰ δʼ ἐγρηγορέναι τοῖς πλείοσι δοκοῦσιν, οὐδὲν ἂν εἴη τοῦτο. καὶ γὰρ τοὺς λαγὼς φήσει τις ἐγρηγορέναι τῶν ἀπείρων, ἐὰν ἴδῃ κοιμωμένους. πόθεν οὖν ἐγνώσθη τοῦτο; ἐξ ἑτέρων τινῶν, ἃ σημεῖά ἐστι τοῦ καθεύδειν· ἐπεὶ τά γε ὄμματα αὐτῶν ἀναπέπταται.
33
τί οὖν οὗτοι ποιοῦσι κοιμωμένων; πολλὰ μὲν δὴ τά γε ἄλλα· σχεδὸν γὰρ πάντα ὀνείρασιν ἔοικεν αὐτῶν τὰ ἔργα· καὶ γὰρ χαίρουσι μάτην καὶ λυποῦνται καὶ θρασύνονται καὶ δεδοίκασι, μηδενὸς ὄντος, καὶ σπουδάζουσι, καὶ τῶν ἀδυνάτων ἐπιθυμοῦσι, καὶ τὰ μὴ ὄντανομίζουσιν εἶναι, καὶ τῶν ὄντων οὐκ αἰσθάνονται. πλὴν ταῦτα μὲν ἴσως κοινὰ καὶ ἡμῶν ἐστιν. ἐκεῖνο δὲ οἶμαι φανερώτατον ὕπνου τεκμήριον ποιοῦσι, ῥέγκουσιν. οὐ γὰρ ἔχω μὰ τοὺς θεοὺς εἰπεῖν εὐπρεπέστερον. καίτοι καὶ τῶν κοιμωμένων ὀλίγοι μὲν ἀεὶ τοῦτο πάσχουσι· τῶν δὲ ἄλλων τοῖς μεθύουσι ξυμβαίνει καὶ τοῖς ἐμπλησθεῖσι καὶ τοῖς μὴ καλῶς κατακειμένοις.