34
ἐγὼ δέ φημι τοῦτο τὸ ἔργον αἰσχρὰν τὴν πόλιν ποιεῖν καὶ δημοσίᾳ καταισχύνειν, καὶ τὴν μεγίστην ὕβριν εἰς τὴν πατρίδα ὑβρίζειν τοὺς μεθʼ ἡμέραν τούτους κοιμωμένους, καὶ δικαίως ἂν αὐτοὺς ἐξορισθῆναι καὶ παρʼ ὑμῶν καὶ πανταχόθεν. οὐδὲ γὰρ μέτριόν ἐστι τὸ γιγνόμενον οὐδὲσπανίως συμβαῖνον, ἀλλʼ ἀεὶ καὶ πανταχοῦ τῆς πόλεως, κἂν ἀπειλῇ τις κἂν παίζῃ κἂν καταγελᾷ. καὶ τὸ λοιπὸν ἤδη ξύνηθές ἐστι καὶ τοῖς πάνυ σμικροῖς παισί, καὶ τῶν τελείων ὅσοι δοκοῦσιν αἰδεῖσθαι, προάγονται πολλάκις ὥσπερ ἐπὶ δώρῳ τινὶ χρῆσθαι, κἂν ἐπιστήσαντες διατραπῶσιν, ἀνέπνευσαν γοῦν ὅμοιον.
35
εἰ δή τις ὑπῆρχε τοιαύτη πόλις, ὥστε ἀεὶ θρηνούντων ἐν αὐτῇ ἀκούειν καὶ μηδένα δύνασθαι δίχα τῆς δυσφημίας ταύτης προελθεῖν μηδὲ ἐπʼ ὀλίγον, πρὸς τοῦ Διὸς ἔστιν ὅστις ἂν ἡδέως ἐπεδήμησεν; καίτοι τὸ μὲν θρηνεῖν, ὡς ἂν εἴποι τις, ἀτυχίας ἐστὶ σημεῖον, τὸ δὲ τοιοῦτον ἀναισχυντίας, ἀσελγείας τῆς ἐσχάτης. οὐκοῦν εἰκὸς ἐν δυστυχέσι μᾶλλον ἀνθρώποις ἐθέλειν διατρίβειν ἢ ἀκολάστοις. ἐγὼ μὲν γὰρ οὐκ ἂν ἑλοίμην ἀκούειν οὐδὲ αὐλούντων διηνεκῶς· ἀλλʼ εἴ τις ἔστι τοιοῦτος τόπος, ἐν ᾧ συνεχής ἐστιν ἦχος εἴτε αὐλῶν εἴτε ᾠδῆς εἴτε κιθάρας, οἷον δή φασι τὸν τῶν Σειρήνων εἶναι σκόπελον ἀεὶ μελῳδούμενον, οὐκ ἂν δυναίμην ἐκεῖσε ἐλθὼν διάγειν.
36
τὸν δέ γε ἄγριον τοῦτον καὶ χαλεπὸν ἦχον τίς ἂν μέτριος ἄνθρωπος ὑπομείνειεν; ἀλλʼ ἐὰν μέν τις οἴκημα παριὼν ἀκούσῃ τοῦ τοιούτου, δῆλον ὅτι φήσει χαμαιτυπεῖον αὐτὸ εἶναι. τὴν δὲ πόλιν τί φήσουσιν, ἐν ᾗ πανταχοῦ σχεδὸν εἷς ἐπικρατεῖ φθόγγος, καὶ οὔτε καιρὸν οὔτε ἡμέραν οὔτε τόπον ἐξαίρετον οὐδένα ποιοῦνται, ἀλλʼ ἐν στενωποῖς, ἐν οἰκίαις, ἐν ἀγοραῖς, παρὰ τὸ θέατρον, ἐν τῷ γυμνασίῳ δυναστεύει τὸ πρᾶγμα; καὶ αὐλοῦντος μὲν ἕωθεν οὐδενὸς ἀκήκοα ἐγὼ μέχρι νῦν ἐν τῇ πόλει, τοῦτο δὲ τὸ θαυμαστὸν μέλος εὐθὺς ἅμα τῇ ἡμέρᾳ κινεῖται.