37
καίτοι με οὐ λέληθεν ὅτι ἴσως τινὲς ληρεῖν με νομίζουσι τὰ τοιαῦτα ἐξετάζοντα, καὶ μηδὲν εἶναι παρὰ τοῦτο, μόνον ἂν τὰ λάχανα ἁμάξαις εἰσφέρητε καὶ πολλοὺς ἄρτους θεωρῆτε ἐν τῷ μέσῳ καὶ τὸ τάριχος ᾖ καὶ τὰ κρέα. σκοπούντων δὲ ὅμως αὐτοὶ τὸ πρᾶγμα οὕτως. εἴ τις αὐτῶν παραγένοιτο εἰς πόλιν, ἐν ᾗ πάντες ὅ, τι ἂν δεικνύωσι τῷ μέσῳ δακτύλῳ δεικνύουσι, κἂν δεξιὰν ἐμβάλλῃ τις, οὕτως ἐνέβαλε, κἂν προτείνῃ τὴν χεῖρα οὕτως, κἂν ὁ δῆμος χειροτονῶσι, κἂν οἱ δικασταὶ τὴν ψῆφον φέρωσι, ποίαν τινὰ ἡγήσονται τὴν πόλιν ταύτην; ἐὰν δὲ ἀνασυράμενοι πάντες βαδίζωσιν, ὥσπερ ἐν λίμνῃ;
38
ἆρα ἀγνοεῖτε ὅτι ταῦτʼ ἐστὶ τὰ καθʼ ὑμῶν ἀφορμὴν δεδωκότα βλασφημίας, ὥστε δημοσίᾳ κατὰ τῆς πόλεως ἔχειν ὅ, τι λέγωσι τοὺς ἀπεχθῶς ὑμῖν διακειμένους; ἀλλὰ πόθεν τὰς κερκίδας ὑμῖν ἐπιβοῶσιν; καίτοι οὔ φασι δεῖν διαφέρειν οὔθʼ ὑμῖν οὔτε τοῖς ἄλλοις ὑπὲρ ὧν ἕτεροι λέγουσιν, ἀλλʼ ὑπὲρ ὧν αὐτοὶ ποιεῖτε. φέρε, ἂν καταλάβῃ τοιοῦτον πάθος δημοσίᾳ τινάς, ὥστε γυναικῶν λαβεῖν φωνὴν ἅπαντας καὶ μηδένα δύνασθαι μήτε νέον μήτε πρεσβύτερον ἀνδριστὶ μηδὲν εἰπεῖν· οὐ δόξει χαλεπὸν εἶναι καὶ παντὸς οἶμαι λοιμοῦ βαρύτερον;οὐ γὰρ τὸ πυρέττειν αἰσχρὸν οὐδὲ τὸ ἀποθῄνσκειν· ὥστε πέμποιεν ἂν εἰς θεοῦ καὶ τὸ δαιμόνιον πολλὰ ἱλάσκοιντο. καίτοι τὸ μὲν γυναικῶν ἀφιέναι φωνὴν ἀνθρώπων ἐστὶ φωνὴν ἀφιέναι, καὶ οὐδεὶς ἂν ἀκούων γυναικὸς δυσχεράνειεν.
39
ὁ δὲ τοιοῦτος ἦχος τίνων ἐστίν; οὐχὶ τῶν ἀνδρογύνων; οὐχὶ τῶν τὰ αἰδοῖα ἀποκεκομμένων;οὐδὲ τούτων ἀεὶ καὶ πρὸς ἅπαντας, ἀλλὰ ἴδιον αὐτῶν ὥσπερ ξύμβολον. φέρε δʼ εἰ κατεζωσμένοι πάντες ἐβαδίζετε ἢ τυμπανίζοντες, καὶ μηδὲν ὑμῖν ἐδόκει τοῦτʼ εἶναι χαλεπόν; εἰ συνέβαινεν ὑμᾶς ὑψηλήν τινα ἔχειν ἄκραν ἢ νὴ Δία ὄρος ὑπερκείμενον, ὥσπερ ἕτεραι πόλεις, ὅπου τις ἀνελθὼν ἕκαστον μὲν σαφῶς ἀκουεινμὴ δύναιτο, τὸν δὲ ξύμπαντα θροῦν, ποῖος ἦχος ὑμῖν ἂν ἀνενεχθῆναι δοκεῖ; ἢ δῆλον ὅτι τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ κρατοῦντος;