47
τί δὴ οἴεσθε, εἰ καθάπερ εἰκός ἐστι καί φασι τοὺς οἰκιστὰς ἥρωας ἢ θεοὺς πολλάκις ἐπιστρέφεσθαι τὰς αὑτῶν πόλεις τοῖς ἄλλοις ὄντας ἀφανεῖς ἔν τε θυσίαις καί τισιν ἑορταῖς δημοτελέσιν, ἔπειθʼ ὁ ἀρχηγὸς ὑμῶν Ἡρακλῆς παραγένοιτοἤτοι πυρᾶς οὔσης, ἣν πάνυ καλὴν αὐτῷ ποιεῖτε, σφόδρα γε ἂν αὐτὸν ἡσθῆναι τοιαύτης ἀκούσαντα φωνῆς; οὐκ ἂν εἰς Θρᾴκην ἀπελθεῖν μᾶλλον ἢ Λιβύην καὶ τοῖς Βουσίριδος ἢ τοῖς Διομήδους ἀπογόνοις θύουσι παρεῖναι; τί δέ; ὁ Περσεὺς οὐκ ἂν ὄντως ὑπερπτῆναι δοκεῖ τὴν πόλιν; καὶ τί δεῖ μεμνῆσθαι θεῶν;
48
ἀλλὰ Ἀθηνόδωρος ὁ πρῴην γενόμενος, ὃν ᾐδεῖτο ὁ Σεβαστός, ἆρα οἴεσθε, εἴπερ ἔγνω τοιαύτην οὖσαν τὴν πόλιν, προύκρινεν ἂν τῆς μετʼ ἐκείνου διατριβῆς τὴν ἐνθάδε; πρότερον μὲν οὖν ἐπʼ εὐταξίᾳ καὶ σωφροσύνῃ διαβόητος ἦν ὑμῶν ἡ πόλις καὶ τοιούτους ἀνέφερεν ἄνδρας· νῦν δὲ ἐγὼ δέδοικα μὴ τὴν ἐναντίαν λάβῃ τάξιν, ὥστε μετὰ τῶνδε καὶ τῶνδε ὀνομάζεσθαι. καίτοι πολλὰ τῶν νῦν ἔτι μενόντων ὅπως δήποτε ἐμφαίνει τὸ σῶφρον καὶ τὸ αὐστηρὸν τῆς τότε ἀγωγῆς, ὧν ἐστι τὸ περὶ τὴν ἐσθῆτα τῶν γυναικῶν, τὸ τοῦτον τὸν τρόπον κατεστάλθαι καὶ βαδίζειν ὥστε μηδένα μηδὲ ἓν αὐτῶν μέρος ἰδεῖν μήτε τοῦ προσώπου μήτε τοῦ λοιποῦ σώματος, μηδὲ αὐτὰς ὁρᾶν ἔξω τῆς ὁδοῦ μηδέν.
49
καίτοι τί δύνανται τοιοῦτον ἰδεῖν οἷον ἀκούουσιν; τοιγαροῦν ἀπὸ τῶν ὤτων ἀρξάμεναι τῆς διαφθορᾶς ἀπολώλασιν αἱ πλείους. ἡ γὰρ ἀσέλγεια καὶ διʼ ὤτων καὶ διʼ ὀφθαλμῶν πανταχόθεν εἰσδύεται. ὥστε τὰ μὲν πρόσωπα κεκαλυμμέναι βαδίζουσι, τῇ ψυχῇ δὲ ἀκαλύπτῳ καὶ σφόδρα ἀναπεπταμένῃ. τοιγαροῦν ὀξύτερον βλέπουσιν ἑνὶ τῶν ὀφθαλμῶν, ὥσπερ οἱ γεωμέτραι.