63
γενείων τὸ πρῶτον εὑρέθη κουρά, καὶ τοῦτο ἐδόκει μέτριον, τὸ μὴ σφόδρα καθεικέναι, μηδʼ ἐπὶ πλέον, ἀλλὰ πρᾴως ἐπανορθοῦν τὴν φύσιν. οὐκοῦν ὁ τοιοῦτος ἐδόκει πολλοῖς ἐπιδέξιος. εἶτα ἐξύρων μέχρι τῶν παρειῶν· οὐδὲ τοῦτό πω δεινόν· ἀλλʼ ὅμως ὁ κωμικὸς καὶ τοῦτον ἐκέλευσε κατακάειν ἐπὶ φαλήτων συκίνων ἑκκαίδεκα. πλὴν εἶχον εὐειδῆ τὰ πρόσωπα καὶ παιδικὰ παρʼ ἡλικίαν τῆς λάχνης ταύτης ἀπηλλαγμένα, εἶτα, τοῦτο λοιπὸν ἔτι, τὰ σκέλη καὶ τὸ στέρνον, ἵνα καὶ τἄλλα ὅμοιοι παισὶν ὦμεν. εἶτα μέχρι τῶν βραχιόνων, εἶτα ἐπὶ τὰ αἰδοῖα μεταβάν, ᾗ καὶ τὸ ἡβᾶν δοκεῖ περιττόν, σκώπτεται δὴ καὶ καταγελᾶται παρὰ τοῖς σοφοῖς καὶ νέοις ἡ τῆς φύσεως τέχνη, καθάπερ ἀρχαία τις οὖσα καὶ σφόδρα εὐήθης, ἀχρεῖα καὶ περιττὰ προσθεῖσα τῷ σώματι.
64
τί γὰρ ὑμῖν ὀνύχων ἔδει, τί δὲ τριχῶν; ἀλλʼ οὐδὲ χειρῶν ἴσως οὐδὲ ποδῶν. αἰδοῖα μόνον ὑμᾶς ἔδει ποιῆσαι καὶ γαστέρας καὶ τροφὴν παραθεῖναι καὶ τἄλλα, ὧν ἔστιν ἀπολαύειν. τοιγαροῦν αὐτοὶ περικόπτομεν ἑαυτούς, καὶ τὰ μὲν γένεια καὶ τὴν ἥβην ἀφαιροῦμεν, ἃ τῶν ἀνδρῶν ἴδιά ἐστιν· εἰ δὲ ἦν δυνατὸν παρὰ τῶν γυναικῶν προσλαβεῖν τὰ ἕτερα, δῆλον ὅτι παντελῶς τότʼ ἂν ἦμεν εὐδαίμονες, οὐ καθάπερ νῦν ἐνδεεῖς ὄντες, ἀλλʼ ὁλόκληροί τινες καὶ κατὰ φύσιν ἀνδρόγυνοι.
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
1
οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ταρσεῖς, ὅτι νομίζεται καὶ παρʼ ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις τοὺς πολίτας παριέναι καὶ συμβουλεύειν,οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς γνωρίμους καὶ τοὺς πλουσίους, ἔτι δὲ τοὺς καλῶς λελειτουργηκότας. οὐ γὰρ εὔλογον ἴσως τῆς μὲν οὐσίας τῆς τῶν πλουσίων μετέχειν ὑμᾶς τὸ μέρος, τῆς δὲ διανοίας μὴ ἀπολαύειν, ὁποία ποτʼ ἂν ᾖ. καίτοι κιθαρῳδῶν γε ὁπόταν ἀκούειν ἐθελήσητε ἢ αὐλητῶν ἢ ἀθλητὰς θεωρεῖν, οὐ καλεῖτετοὺς πλουσίους οὐδὲ τοὺς πολίτας, ἀλλὰ τοὺς ἐπισταμένους καὶ δυναμένους, οὐχ ὑμεῖς μόνον, ἀλλὰ πάντες οἱ τοιοῦτοι.