23
τί οὖν σὺ κελεύεις ἡμᾶς; τοὺς ἅπαντας ἀναγράψαι πολίτας ναί φημι καὶ τῶν αὐτῶν ἀξίους, ἅμα μηδὲ ὀνειδίζειν μηδὲ ἀπορρίπτειν, ἀλλὰ μέρος αὑτῶν, ὥσπερ εἰσί, νομίζειν.οὐ μὲν γάρ, ἄν τις καταβάλῃ πεντακοσίας δραχμάς, δύναται φιλεῖν ὑμᾶς καὶ τῆς πόλεως εὐθὺς ἄξιος γεγονέναι· εἰ δέ τις ἢ πένης ὢν ἢ πολιτογραφοῦντός τινος οὐ μετείληφε τοῦ ὀνόματος, οὐ μόνον αὐτὸς παρʼ ὑμῖν γεγονώς, ἀλλὰ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τῶν προγόνων, οὐχ οἷός ἐστιν ἀγαπᾶν τὴν πόλιν οὐδ᾽ἡγεῖσθαι πατρίδα, καὶ λίνον μὲν εἴ τις ἐργάζεται, χείρων ἐστὶν ἑτέρου καὶ δεῖ τοῦτο προφέρειν αὐτῷ καὶ λοιδορεῖσθαι· βαφεὺς δὲ ἢ σκυτοτόμος ἢ τέκτων ἐάν, οὐδὲν προσήκει ταῦτα ὀνειδίζειν.
24
καθόλου δὲ οὐ τοῦτο μάλιστα τῶν ἐν τῇ πόλει βουλόμενος εἰπεῖν οὐδὲ οἷόν ἐστι δεῖξαι προῆλθον ἴσως, ἀλλʼ ἐκεῖνο σαφὲσὑμῖν ποιήσων, ὅπως διάκεισθε πρὸς ἀλλήλους, καὶ νὴ Δία εἰ πιστεύειν ὑμᾶς ἄξιον τῇ παρούσῃ καταστάσει καὶ κατʼ ἀλήθειαν οἴεσθαι νῦν συμπεπνευκέναι. οἰκίαν γὰρ ἔγωγε καὶ ναῦν καὶ τἄλλα οὕτως ἀξιῶ δοκιμάζειν οὐ τὸ παρὸν σκοποῦντας, εἰ σκέπει νῦν καὶ μὴ δέχεται τὴν θάλατταν, ἀλλὰ καθόλου πῶς παρεσκεύασται καὶ πέπηγεν, εἰ μηδέν ἐστι διεστηκὸς μηδὲ σαθρόν.
25
καὶ μὴν ὅ γε ἔφην τὸ πρότερον αὐξῆσαι τὴν πόλιν, τοῦτο οὐχ ὁρῶ νῦν ὑμῖν ὑπάρχον, τὸ ἐξαίρετον εὐεργεσίαν καὶ χάριν καταθέσθαι τῷ κρατοῦντι, δῆλον ὅτι τῷ μὴ δεηθῆναι μηδενὸς αὐτὸν τοιούτου· πλὴν ὅτι γε εἰ μηδὲν τῶν ἄλλων ἔχετε πλεῖον πρὸς αὐτόν· ὥστε ὧν παρʼ ἐκείνου τότε διʼ εὔνοιαν καὶ φιλίαν ἐτύχετε, ταῦτα ὀφείλετε φυλάττειν τὸν λοιπὸν χρόνον διʼ εὐταξίαν καὶ τὸ μηδεμίαν αἰτίαν διδόναι καθʼ αὑτῶν.
26
καὶ μηδείς με νομίσῃ ταῦτα λέγειν ἁπλῶς ἁπάντων ἀνέχεσθαι παραινοῦντα ὑμῖν καὶ πάντα πάσχειν, ἀλλʼ ὅπως ἔμπειροι τῶν καθʼ αὑτοὺς ὄντες καὶ νῦν ἄμεινον βουλεύησθε καὶ τὸ λοιπὸν οὕτως ἀπαιτῆτε τὸν παριόντα μὴ ῥᾳδίως ὑμῖν μηδʼ ὡς ἂν ἐπέλθῃ μηδὲν εἰσηγεῖσθαι, πάντα δὲ εἰδότα καὶ περὶ πάντων ἐσκεμμένον. καὶ γὰρ ἰατρόν, ὅστις ἐξήτακεν ἀκριβῶς τὰ τοῦ κάμνοντος, ὡς μηδὲν αὐτὸν λανθάνειν, τοῦτον εἰκὸς ἄριστα θεραπεύειν.