34
τὸ μέντοι γε παρʼ ὑμῖν γιγνόμενον οὐ τοιοῦτόν ἐστι, καὶ οὐδείς, ὡς ἐγὼ πυνθάνομαι, τῶν πολιτευομένων τοῦτο ἔχει προκείμενον οὐδʼ ἐστὶν ἔτι τῶν κοινῶν· ἀλλʼ οἱ μὲν ὅλως ἀφεστᾶσιν, οἱ δʼ ἐκ παρέργου προσίασιν ἁπτόμενοι μόνον τοῦ πράγματος, ὥσπερ οἱ σπονδῆς θιγγάνοντες, οὐκ ἀσφαλὲς εἶναι λέγοντες ἀναθεῖναι αὑτοὺς πολιτείᾳ. καίτοι ναυκληρεῖν μὲν ἢ δανείζειν ἢ γεωργεῖν οὐδεὶς ἂν ἱκανῶς δύναιτο πάρεργον αὐτὸ ποιούμενος, πολιτεύεσθαι δὲ ἐπιχειροῦσιν ἐκ περιουσίας καὶ πάντα ἔμπροσθεν τούτου τιθέντες.
35
ἔνιοι δʼ, ἂν εἰς ἀρχήν τινα καταστῶσιν, ἐν ἐκείνῃ μόνον ζητοῦσιν ἅψασθαί τινος πράξεως, ὅπως ἀπέλθωσιν ἐνδοξότεροι, τοῦτο μόνον σκοποῦντες. τοιγαροῦν πρὸς ἓξ μῆνάς εἰσιν ὑμῖν ἀνδρεῖοι, πολλάκις οὐδὲ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως. ὥστε νῦν μέν ἐστιν οὗτος ὁ λέγων, κἀκείνῳ ἔτι εὐθὺς ἄλλος, εἶθʼ ἕτερος· καὶ τὸν πρὸ τριάκοντα ἡμερῶν λαμπρὸν καὶ μόνον φάσκοντα κήδεσθαι τῆς πόλεως οὐδʼ ἰδεῖν ἔστι προσιόντα τῇ ἐκκλησίᾳ,
36
καθάπερ οἶμαι τῶν πομπευόντων αὐτὸς ἕκαστος ὀφθῆναι ἐπιθυμῶν κατὰ τοῦτʼ ἐσπούδακεν, ἕως ἂν παρέλθῃ, μικρὸν δὲ ἀποστὰς ἔλυσε τὸ σχῆμα καὶ τῶν ἄλλων εἷς ἐστι καὶ ὅπως δήποτε ἄπεισιν. ἐχρῆν μέντοι τὸν μὲν πρυτανεύοντα τῆς ἀρχῆς τοὺς ἓξ μῆνας ἡγεῖσθαι μέτρον· τοῦτο γὰρ ὁ νόμος κελεύει· τὸν μέντοι γε πολιτευόμενον τῆς εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς ὑπὲρ τῶν κοινῶν ἐπιμελείας καὶ σπουδῆς μὴ μὰ Δία καιρόν τινα ἐξαίρετον ἔχειν, καὶ ταῦτα βραχὺν οὕτως, ἀλλʼ εἰς αὐτὸ τοῦτο ἀποδύεσθαι καὶ ἀεὶ παραμένειν.
37
νῦν δὲ ὥσπερ οἱ τοῖς ἀπογείοις, μᾶλλον δὲ τοῖς ἀπὸ τῶν γνόφων πνεύμασι πλέοντες, οὕτως φέρεσθε, ἄνδρες Ταρσεῖς, οὔτε τῆς τοιαύτης πολιτείας οὔτʼ ἐκείνου τοῦ πλοῦ βέβαιον οὐδʼ ἀσφαλὲς ἔχοντος οὐδέν. διαρκέσαι μὲν γὰρ ἄχρι παντὸς ἢ διαστήματος οὐχ οἷαί τέ εἰσιν αἱτοιαῦται προσβολαί, πολλάκις δὲ κατέδυσαν ἀκαίρως προσπεσοῦσαι. ἔδει δὲ πόλιν οὕτως μεγάλην καὶ λαμπρὰν ἔχειν τοὺς ἀληθῶς προνοοῦντας. ταύτῃ δὲ ἴσως ὑπὸ τῶν ἐφημέρων τούτων καὶ πρὸς ὀλίγον δημαγωγῶν οὐδὲν ἔστιν ἀγαθὸν παθεῖν.