38
περὶ μὲν οὖν τούτων καὶ μυρίων ἄλλων πολλὰ ἂν ἔχοι τισλέγειν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφʼ ἧς ἐπεδήμησα ἡμέρας ὑμῖν γέγονα δημαγωγός, καὶ ταῦτα ἐπιτιμῶν τοῖς τοιούτοις, ὅμως εἰπεῖν ἅπερ ὑπεσχόμην, ἃ γιγνώσκω περὶ τῶν παρόντων. καὶ πρῶτον μὲν τὰ πρὸς τὸν στρατηγόν. ἔσται δέ μοι περὶ πάντων ὁ λόγος. φημὶ δὴ τοίνυν τοὺς ἐν τοιαύτῃ καταστάσει τυγχάνοντας, ὁποία δὴ τὰνῦν ἐστι παρὰ πᾶσιν, οὕτω προσήκειν φρονεῖν, ὡς μήτε πάντα ἀνεξομένους καὶ παρέξοντας αὑτοὺς ἁπλῶς χρῆσθαι τοῖς ἐπὶ τῆς ἐξουσίας, ὅπως ἂν αὐτοὶ θέλωσι, κἂν εἰς ὁτιοῦν προΐωσιν ὕβρεως καὶ πλεονεξίας, μήτε ὡς ὅλως μηδὲν οἴσοντας διακεῖσθαι, μηδὲ προσδοκᾶν ὅτι Μίνως τις ὑμῶν ἀφίξεται νῦν ἢ Περσεὺς ἐπιμελησόμενος.
39
τὸ μὲν γὰρ ἐφʼ ἅπαν ἀποστῆναι τοῦ βοηθεῖν αὑτοῖς ἀνδραπόδων ἐστί, καὶ δυσχερές, εἰ μηδεὶς ὄκνος μηδὲ ὑποψία καταλειφθήσεται τοῖς ἀγνωμονοῦσιν. τὸ δὲ πλῆθος ἀπεχθάνεσθαι καὶ πάντα ἐξετάζειν οὐχ ὑπὲρ ὑμῶν ἐστιν. ἐὰν γὰρ ἀλόγως ἐνίοτε ἐγκαλεῖν δόξητε καί τις ὑμῶν περιγένηται· διὰ πολλὰς δʼ ἂν αἰτίας τοῦτο συμβαίη· δέδοικα μὴ τελέως ἀποβάλητε τὴν παρρησίαν. ὁρᾶτε δὲ τοὺς περὶ τὴν Ἰωνίαν, ὅτι μηδενὸς ἁπλῶς κατηγορεῖν ἐψηφίσαντο. δεῖ δὴ τοὺς νοῦν ἔχοντας ἅπαντα ταῦτα προορᾶσθαι, καὶ μὴ καθάπερ τοὺς ἀπείρους ἐν τῷ μάχεσθαι ῥᾳδίως ἀφέντας τὸ παρὸν αὐτοῖς ἀνόπλους εἶναι τὸ λοιπὸν καὶ μηδὲν ἔχειν ποιῆσαι, μηδʼ ἂν ἀποσφάττῃ τις.
40
ἐκεῖνο μέντοι καθόλου λέγω, τὴν τοιαύτην ἀνάτασιν μηδαμῶς συμφέρειν, καθʼ ἣν οὐδὲν ποιῆσαι διεγνωκότες εἰς ὑποψίαν ἔρχεσθε τοῖς ἡγεμόσιν· ἀλλʼ ὃν μὲν ἂν κρίνητε ἐξαιρήσεσθαι καὶ δοκῇ τοιαῦτα ἀδικεῖν, ὥστε παραπέμψαι μὴ συμφέρειν, τοῦτον ὡς ἐξελέγξοντες παρασκευάζεσθε, καὶ τὴν γνώμην εὐθὺς ἔχετε ὡς πρὸς ἐχθρὸν καὶ ἐπιβουλεύοντα ὑμῖν. περὶ οὗ δʼ ἂν ἄλλως προνοῆτε μηδὲν ἢ μὴ μεγάλα ἁμαρτάνειν ἢ διʼ ἣν δήποτε αἰτίαν μὴ νομίζητε ἐπιτήδειον εἶναι, τοῦτον μηδὲ ἐρεθίζετε μηδὲ εἰς ὀργὴν κατὰ τῆς πόλεως ἄγετε·