52
καίτοι με οὐ λέληθεν ὅτι τοὺς φιλοσόφους πολλοὶ νομίζουσιν ἐκλύειν ἅπαντα καὶ ἀνιέναι τὰς ὑπὲρ τῶν πραγμάτων σπουδάς, καὶ διὰ τοῦτο βλάπτειν μᾶλλον· ὥσπερ εἴ τις τὸν μουσικὸν βούλοιτοἁρμοζόμενον, ἔπειτʼ ἀνιέντα τῶν φθόγγων τινὰς καὶ πάλιν ἑτέρους ἐπιτείνοντα σκῶψαι τὸν αὐτόν. ἔχει δὴ καὶ τὰ τῶν πόλεων πράγματα οὕτως.
53
αἱ μὲν γὰρ πονηραὶ καὶ ἀνωφελεῖς σπουδαὶ καὶ φιλοτιμίαι μᾶλλόν εἰσι τοῦ προσήκοντος ἐντεταμέναι καὶ τρόπον τινὰ δι’ αὑτοὺς ἀπορρήγνυνται πάντες· αἱ δὲ ὑπὲρ τῶν καλλίστων ὅλως ἐκλύονται. θεάσασθε δʼ εὐθέως, εἰ βούλεσθε, τὴν τῆς φιλαργυρίας ἐπίτασιν, τὴν τῆς ἀκρασίας. ἀλλʼ ἔοικα γὰρ πόρρω προάγειν, καὶ καθάπερ οἱ ἐν ταῖς γαλήναις μακρότερον νηχόμενοι, τὸ μέλλον οὐ προορᾶν.
(35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ.
1
οὐκ ἐπιδειξόμενος ὑμῖν, ὦ ἄνδρες, παρῆλθον οὐδὲ ἀργυρίου παρʼ ὑμῶν δεόμενος οὐδʼ ἔπαινον προσδεχόμενος. ἐπίσταμαι γὰρ οὔτε αὐτὸς ἱκανῶς παρεσκευασμένος, ὥστε ὑμῖν ἀρέσαι λέγων, οὔτε ὑμᾶς οὕτως ἔχοντας, ὥστε προσδεῖσθαι τῶν ἐμῶν λόγων. πλεῖστον δὲ τὸ μεταξὺ τῆς ὑμετέρας βουλήσεως καὶ τῆς ἐμῆς δυνάμεως. ἐγὼ μὲν γὰρ ἁπλῶς πέφυκα καὶ φαύλως διαλέγεσθαι καὶ οὐδενὸς ἄμεινον τῶν τυχόντων· ὑμεῖς δὲ θαυμαστῶς καὶ περιττῶς ἐπιθυμεῖτε ἀκούειν καὶ μόνων ἀνέχεσθε τῶν πάνυ δεινῶν.
2
οὐ δὴ τούτου χάριν προῆλθον, ἵνα με θαυμάσητε· οὐ γὰρ ἔστιν ὅπως ἂν ἐγὼ θαυμασθείην ὑφʼ ὑμῶν, οὐδὲ ἂν ἀληθέστερα λέγω τῶν Σιβύλλης ἢ Βάκιδος· ἀλλὰ ἵνα μηδεὶς ὑποβλέπῃ με μηδὲ πυνθάνηται παρʼ ἑτέρων ὅστις εἰμὶ καὶ ὁπόθεν ἔλθοιμι. νῦν γὰρ ἴσως ὑπονοοῦσιν εἶναί με τῶν σοφῶν ἀνθρώπων καὶ πάντα εἰδότων, γελοίῳ καὶ ἀτόπῳ τεκμηρίῳ χρώμενοι, τῷ κομᾶν. εἰ γὰρ τοῦτο αἴτιον ὑπῆρχεν ἀρετῆς καὶ σωφροσύνης, οὐδεμιᾶς ἂν ἐδεῖτο μεγάλης οὐδὲ χαλεπῆς δυνάμεως τὰ τῶν ἀνθρώπων.