8
οὔτε γὰρ δειλὸς οὕτως ἄγαν οὐδεὶς ὥστε μὴ θαρρεῖν ἑπόμενος μεθʼ οὗ νικᾶν ἕτοιμον, οὔτε ἐπὶ τοσοῦτον ἀνειμένος ὥστε ῥᾳθυμεῖν παραταττόμενον ὁρῶν ᾧ μόνῳ τὸ προστάττειν ἔνειμεν ὁ θεός, οὐδʼ αὖ σφόδρα οὕτως ἀναίσχυντος ὥστε περὶ ἑτέρου πονεῖν ἀναγκαῖον, τούτῳ δὲ μὴ συμπονεῖν ἐθέλειν.
9
δοκεῖ δέ μοι καὶ Ὅμηρος αὐτὸ τοῦτο φράζειν· μνησθεὶς γὰρ τοῦ χρηστοῦ βασιλέως ἐπὶ πᾶσιν εἴρηκεν, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ. ὁ γὰρ τοιοῦτος βασιλεὺς τοῖς μὲν ἄλλοις καλὸν κτῆμα τὴν ἀρετὴν νενόμικεν, αὑτῷ δὲ καὶ ἀναγκαῖον.
10
τίνι μὲν γὰρ δεῖ πλείονος φρονήσεως ἢ τῷ βουλευομένῳ περὶ τῶν μεγίστων; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ὅτῳ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας ἰσχυροτέρας ἢ ὑφʼ οὗ πάντα σῴζεται;
11
τίνα δὲ μᾶλλον εὐφραίνει τὰ ἔργα τῆς ἀρετῆς ἢ τὸν σύμπαντας ἀνθρώπους θεατὰς καὶ μάρτυρας ἔχοντα τῆς αὑτοῦ ψυχῆς; ὥστε μήποτε πράξαντι μηδὲν οἷόν τε λαθεῖν, οὐ μᾶλλον ἢ τῷ ἡλίῳ πορεύεσθαι διὰ σκότους· πάντα γὰρ τἄλλα ἀναφαίνων πρῶτον ἑαυτὸν ἐπιδείκνυσι.
12
λέγω δὲ ταῦτα οὐκ ἀγνοῶν ὅτι τὰ ῥηθέντα νῦν ὑπʼ ἐμοῦ ἐν πλείονι χρόνῳ ἀνάγκη λέγεσθαι· ἀλλʼ οὐκ ἔστι δέος μήποτε ἐγὼ φανῶ τι κολακείᾳ λέγων. οὐ γὰρ ὀλίγην οὐδὲ ἐν ὀλίγῳ χρόνῳ δέδωκα βάσανον τῆς ἐλευθερίας.
13
εἰ δὲ ἐγὼ πρότερον μέν, ὅτε πᾶσιν ἀναγκαῖον ἐδόκει ψεύδεσθαι διὰφόβον, μόνος ἀληθεύειν ἐτόλμων, καὶ ταῦτα κινδυνεύων ὑπὲρ τῆς ψυχῆς, νῦν δέ, ὅτε πᾶσιν ἔξεστι τἀληθῆ λέγειν, ψεύδομαι, μηδενὸς κινδύνου παρεστῶτος, οὐκ ἂν εἰδείην οὔτε παρρησίας οὔτε κολακείας καιρόν.
14
καίτοι σύμπαντες οἱ πράττοντες ὁτιοῦν ἑκόντες ἢ χρημάτων ἕνεκα πράττουσιν ἢ δόξης ἢ διʼ ἡδονήν τινα ἄλλην ἢ λοιπὸν οἶμαι διʼ ἀρετὴν καὶ τὸ καλὸν αὐτὸ τιμῶντες.
15
ἐγὼ δὲ χρήματα μὲν λαβεῖν παρʼ οὐδενὸς πώποτε ἠξίωσα, πολλῶν δοῦναι βουλομένων, τῶν ἐμαυτοῦ δὲ ὀλίγων ὑπαρχόντων οὐ μόνον μεταδιδοὺς ἑτέροις, ἀλλὰ καὶ ῥίπτων φανήσομαι πολλάκις.
16
ἡδονὴν δὲ ποίαν ἐθηρώμην, ὁπότε καὶ τῶν κολάκων οἱ φανερῶς πεποιημένοιτέχνην ταύτην ὁμολογοῦσιν ἁπάντων ἀηδέστερον τὸ κολακεύειν; πῶς γὰρ ἡδύ, ἵνʼ ἄλλον ἀδίκως ἐπαινῇ τις, αὐτὸν δικαίως ψέγεσθαι;