3
ἀλλʼ ἐγὼ δέδοικα μὴ οὐδὲν ᾖ τοῖς ἀνοήτοις ὄφελος τοῦ κομᾶν, ὥσπερ οὐκ ἔστιν, οὐδʼ ἂν τὴν καρδίαν αὐτὴν γένωνται δασεῖς, καθάπερ Ἀριστομένη τὸν Μεσσήνιόν φασιν, ὃς πλεῖστα Λακεδαιμονίοις πράγματα παρέσχε, καὶ πολλάκις ἁλοὺς ἀπέδρα παρʼ αὐτῶν, τοῦτον, ἐπεὶ δή ποτε ἀπέθανεν, οὕτως ἔχοντα εὑρεθῆναι. φημὶ τοίνυν οὐδὲν ὄφελος εἶναι τοῖς γυμνῆσι τούτοις, οὐδʼ ἂν πελτασταὶ γένωνται, πρός γε τὸ δίκαιον καὶ σωφροσύνην ἀληθῆ καὶ φρόνησιν, οὐδʼ ἂν ἔτι μᾶλλον ἀποδύσωνται καὶ γυμνοὶ περιτρέχωσι τοῦ χειμῶνος ἢ τὴν Μήδωνκαὶ Ἀράβων στολὴν λάβωσιν, ὥσπερ οὐδὲ αὐλεῖν ἱκανοὶ ἔσονται τὰ τῶν αὐλητῶν ἐνδεδυκότες. οὐδὲ γὰρ τοὺς ὄνους ἵππους γενέσθαι δυνατόν, οὐδʼ ἂν ἔτι πλέον τὰς ῥῖνας ἀνατμηθῶσιν, οὐδʼ ἂν τὰς γνάθους τρήσαντες αὐτῶν ψάλιον ἐμβάλωσιν, οὐδὲ ἂν ἀφέλῃ τις τὰ σάγματα· ἀλλὰ ὀγκήσονται πρὸ τῶν τειχῶν πάνυ μέγα καὶ τἄλλα ποιήσουσι τὰ πρέποντα αὐτοῖς.
4
ὥστε μηδεὶς ἕνεκα τοῦ σχήματος νομισάτω διαφέρειν με μηδενὸς μηδὲ τούτῳ πεποιθότα λέγειν, ἀλλὰ τοὐναντίον ὁρᾶν, ἂν μὲν ἡσυχίαν ἄγω καθάπαξ καὶ διαλέγωμαι μηδενί, πολλῷ μᾶλλον ὑπονοεῖν τοὺς ἀνθρώπους, ὡς ἂν οἶμαι σεμνυνόμενον, ὡς σπουδαῖον κρύπτοντα — πολλοὶ γὰρ δὴδι’ αὐτὸ τοῦτο ἐθαυμάσθησαν, τὸ σιγᾶν — ἐὰν δὲ ἐν τῷ μέσῳ καταστὰς μηδενὸς ἄμεινον λέγων φαίνωμαι τῶν καπήλων καὶ τῶν ὀρεοκόμων, οὐκ ἐνοχλήσειν, σαφῶς αὐτοὺς ἑωρακότας ὁποῖός εἰμι.