8
δοκεῖ δέ μοι καὶ τὸ τῶν σοφιστῶν γένος ἐντεῦθεν αὔξεσθαί ποθεν. ἐπειδὰν πολλοὶ νεανίσκοι σχολὴν ἄγοντες ἕνα θαυμάζωσι πηδῶντες, καθάπερ αἱ Βάκχαι περὶ τὸν Διόνυσον, πᾶσα ἀνάγκη τοῦτον τὸν ἄνθρωπον οὐ πολλῷ τινι χρόνῳ πολλοῖς τῶν ἄλλων δόξαι τι λέγειν. σχεδὸν γὰρ ὥσπερ οἱ γονεῖς διαλέγεσθαι τὰ παιδία διδάσκουσιν, ἐπὶ παντὶ χαίροντες ὅ, τι ἂν εἴπωσιν· οὐκοῦν ἐκ τούτων θαρρεῖ καὶ μᾶλλο πρόεισι καὶ σαφέστερον ἀεὶ διαλέγεται καὶ τέλος ἐξέμαθε τὴν φωνὴν τῶν ξυνόντων, ἐάν τε Ἕλληνες ὦσιν ἐάν τε βάρβαροι· καὶ τοὺς σοφιστὰς ἀνάγκη τὴν διάνοιαν τῶν ἀκροατῶν ἀναλαβεῖν, τοιαῦτα καὶ λέγοντας καὶ διανοουμένους ὁποῖοί ποτʼ ἂν οὗτοι τυγχάνωσιν ὄντες.
9
εἰσὶ δὲ οἱ πλείους ἐπιεικῶς ἠλίθιοι καὶ δυστυχεῖς. οὗτος μὲν οὖν ἴσως οὐ μέγας κίνδυνος, εἴ τις αὑτῷ καὶ ἑτέροις δοκεῖ δεινὸς εἶναι καὶ περιάξει πλῆθος ἀνθρώπων ἀνοήτων· ὥσπερ τὸν Ὀρφέα φασὶ τὰς δρῦς καὶ τὰς πέτρας καὶ τοὺς λίθους· τὸ δʼ αὐτὸν ἀνόητον ὄντα καὶ δειλὸν καὶ ἀκόλαστον καὶ μηδὲν διαφέροντα τῶν βοσκημάτων ἀρετῆς τι νομίσαι προσήκειν αὑτῷ καὶ καλοκἀγαθίας, τοῦτο δὴ παντελῶς δεινὸν καὶ τῆς χαλεπωτάτης πασῶνἀνοίας καὶ μανίας. ἀλλʼ ὅταν φήμη καταλαμβάνῃ τινὰ καὶ τοιοῦτος ἄρξηται λόγος ὑποτύφεσθαι, δεῖ περιρρηξάμενον ἐκπηδᾶν γυμνὸν εἰς τὰς ὁδούς, ἐπιδεικνύντα πᾶσιν ὅτι μηδενός ἐστι βελτίων.
10
ἐὰν δὲ ἐπακολουθῇ τις φάσκων εἶναι μαθητής, ἀπελαύνειν παίοντα καὶ βάλλοντα ταῖς βώλοις καὶ τοῖς λίθοις, ὡς ἀνόητονἢ πονηρόν. λέγω δὲ οὐ πρὸς ἅπαντας — εἰσὶ γὰρ οἱ καλῶς καὶ συμφερόντως τὸ πρᾶγμα πράττοντες, οἷς ἔδει σπένδειν καὶ θυμιᾶν — ἀλλʼ οὓς σοφοὺς ὑμῖν ἀποδεικνύουσι τρεῖς ἢ τέτταρες κομῆται, καθάπερ τοὺς ἱερέας τῶν παρʼ ὑμῖν· τοὺς μακαρίους λέγω, τοὺς ἁπάντων ἄρχοντας τῶν ἱερέων, τοὺς ἐπωνύμους τῶν δύοἠπείρων τῆς ἑτέρας ὅλης. ταῦτα γάρ ἐστι τὰ ποιοῦντα καὶ τούτους εὐδαίμονας, στέφανος καὶ πορφύρα καὶ παιδάρια κομῶντα λιβανωτὸν φέροντα. ταῦτα μὲν οὖν ὅπως ποτὲ ἔχει, λελέχθω.