11
τὸ δὲ κομᾶν οὐ χρὴ πάντως ὑπολαμβάνειν ὡς ἀρετῆς σημεῖον. πολλοὶ γὰρ δὴ διὰ θεόν τινα κομῶσιν ἄνθρωποι· καὶ γεωργοὶκομῆται, μηδὲ τοὔνομα ἀκούσαντές ποτε τὸ φιλοσοφίας, καὶ νὴ Δία οἱ πλείους τῶν βαρβάρων, οἱ μὲν σκέπης ἕνεκεν, οἱ δὲ καὶ πρέπειν αὑτοῖς νομίζοντες. τούτων δʼ οὐκ ἔστιν ἐπίφθονος οὐδεὶς οὐδὲ καταγέλαστος.
12
ἴσως γὰρ ὀρθῶς αὐτὸ πράττουσιν· ἐπεὶ καὶ τοὺς λαγὼς ὁρᾶτε τοὺς πάνυ ἀσθενεῖς ὑπὸ τῆς δασύτητοσσῳζομένους, καὶ τῶν ὀρνέων τοῖς ἀσθενεστάτοις ἐξαρκεῖ τὰ πτερὰ εἴργειν τὸν ἄνεμον καὶ τὸ ὕδωρ, διότι ἐξ αὐτῶν πέφυκεν. ἡμεῖς δὲ τὴν μὴν κόμην ἀφαιροῦμεν, ὥσπερ οἱ νομεῖς τῶν ἵππων, ἃς ἂν ἐθέλωσι παραβαλεῖν τοῖς ὄνοις, καὶ τὰ γένεια ἀποκείρομεν, τὰς δὲ κεφαλὰς σκέπομεν. τοὺς δὲ ἀλεκτρυόνας ὁρῶμεν οὐδενὸς τοιούτου προσδεομένους, ὧν ἄνθρωποι σισύρας καὶ πίλους καὶ τοιαῦθʼ ἕτερα ξυρράπτοντες. καί ποῖος ἂν γένοιτο πῖλος Ἀρκαδικὸς ἢ Λακωνικὸς μᾶλλον ἁρμόττων τῆς αὑτοῦ κόμης ἑκάστῳ; καὶ τί δεῖ, φησί, τοσούτων ὄντων σκεπασμάτων; οὐδὲν τοῖς γε πλουσίοις· ἐκείνοις μὲν οὐδὲ χειρῶν οὐδὲ ποδῶν.
13
ἐγὼ δὲ ὁρῶ καὶ ταύτην τὴν πόλιν οὐδεμιᾶς ἐνδεεστέραν τῶν πρώτων, καὶ ξυνήδομαι καὶ ἀγαπῶ. τῆς γὰρ ἠπείρου τὸ καρτερώτατον νέμεσθε καὶ πιότατον, πεδίων δὲ καὶ ὀρῶν μεταξὺ καλλίστων ἵδρυσθε, καὶ πηγὰς ἀφθονωτάτας ἔχετε καὶ χώραν εὐκαρποτάτην ξύμπαντα μυρία φέρουσαν, πυρούς τε ζειάς τʼ ἠδʼ εὐρυφυὲς κρῖ λευκόν, καὶ πολλὰς μὲν ἀγέλας, πολλὰς δὲ ποίμνας ποιμαίνετε καὶ βουκολεῖτε. τῶν τε ποταμῶν οἱ μέγιστοι καὶ πολυωφελέστατοι τὴν ἀρχὴν ἐνθένδε ἔχουσιν, ὅ τε Μαρσύας οὗτος, διὰ μέσης τῆς πόλεως ὑμῶν ῥέων, ὅ τε Ὀργᾶς, ὅ τε Μαίανδρος, πολὺ πάντων τῶν ποταμῶν θειότατος καὶ σοφώτατος, ὃς ἑλίττων μυρίας καμπὰς σχεδόν τι τὴν ἀρίστην τῆς Ἀσίας ἔπεισιν.