18
ἐκεῖ γάρ, ὥς φασι, ποταμοὶ ῥέουσιν οὐχ ὥσπερ παρʼ ὑμῖν ὕδατος, ἀλλʼ ὁ μὲν γάλακτος, ὁ δὲ οἴνου διαυγοῦς, ἄλλος δὲ μέλιτος, ἄλλος δὲ ἐλαίου. ῥέουσι δʼ ἐγγύθεν ἐκ λόφων, ὥσπερ ἐκ μαστῶντῆς γῆς. πάντα δὲ ταῦτα τῶν παρʼ ἡμῖν ἄπειρον διαφέρει πρός τε ἡδονὴν καὶ δύναμιν. τὰ μὲν γὰρ ἐνθάδε γλίσχρως καὶ μόλις ἀπὸ ζῴων τινῶν καὶ φυτῶν συλλέγομεν, καρποὺς ξύλων βρίζοντες καὶ τροφὴν ζῴων βδάλλοντες καὶ βλίττοντες, τὰ δὲ ἐκεῖ τῷ παντὶ καθαρώτερα, χωρὶς οἶμαι βίας καὶ πανουργίας. οἱ δὲ ποταμοὶ ῥέουσινἕνα μῆνα τῷ βασιλεῖ, καὶ φόρος οὗτός ἐστιν αὐτῷ, τὸν δὲ λοιπὸν χρόνον τοῖς δημόταις.
19
ξυνίασιν οὖν καθʼ ἑκάστην ἡμέραν μετὰ παίδων καὶ γυναικῶν εἴς τε τὰς πηγὰς καὶ πρὸς τὰ ῥεύματα τῶν ποταμῶν παίζοντες καὶ γελῶντες, ὡς ἂν ἐπʼ εὐωχίαν. φύεται δὲ παρὰ ταῖς ὄχθαις ὅ τε λωτὸς ἰσχυρὸς καὶ σχεδὸν ἁπάντων σιτίωνἥδιστος, οὐχ ὥσπερ ὁ παρʼ ἡμῖν τετράποσι τροφή, καὶ πολλὰ σήσαμα καὶ σέλινα, ὡς ἂν εἰκάσειέ τις ἐκ τῆς ὁμοιότητος· τὴν δὲ ἀρετὴν οὐκ ἄξιον συμβάλλειν. γίγνεται δὲ αὐτόθι ἕτερον σπέρμα, τῶν πυρῶν καὶ τῶν κριθῶν ἀμείνων τροφὴ καὶ μᾶλλον ξυμφέρουσα. φύεται δὲ ἐν κάλυξι μεγάλαις, οἷον ῥόδων, εὐοσμοτέραις δὲ καὶ μείζοσιν. ταύτας τὰς ῥίζας καὶ τὸν καρπὸν ἐσθίουσιν, οὐδὲν πονήσαντες.
20
εἰσὶ δὲ ὀχετοὶ πολλοὶ ῥέοντες ἐκ τῶν ναμάτων, οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, ξυμμιγνύντες ἀλλήλοις, τῶν ἀνθρώπων πεποιηκότων, ὅπως ἂν αὐτοῖς δοκῇ. μετοχετεύουσι δὲ ῥᾳδίως, ὥσπερ ἡμεῖς τὸ ἐν τοῖς κήποις ὕδωρ. ἔστι δὲ καὶ λουτρὰ πλησίον αὐτοῖς ὕδατος, τὸ μὲν θερμὸν λευκότερον ἀργύρου, τὸ δὲ ὑπὸ τοῦ βάθους καὶ τῆς ψυχρότητος κυανοῦν. ἐνταῦθα νήχονται γυναῖκες ἅμα καὶ παῖδες, καλοὶ πάντες. ἔπειτα οἶμαι κατακλινέντες ἐν τοῖς λειμῶσιν ᾅδουσι καὶ μινυρίζουσιν.