21
εἰσὶ δὲ λειμῶνες αὐτόθι πάγκαλοι καὶ φύσις ἀνθῶν τε καὶ δένδρων παρεχόντων τὴν μὲν σκιὰν ἄνωθεν ἐξ ὕψους, τὸν δὲ καρπὸν ἐν ἐφικτῷ τοῖς βουλομένοις λαβεῖν νευόντων τῶν κλάδων. οἵ τε ὄρνιθες κατᾴδουσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν συγκαθήμενοι, πολύ τι πλῆθος, οἱ δὲ ἄνωθεν ἀπὸ ἀκρεμόνων, εὐφωνότεροι τῶν παρʼ ἡμῖν ὀργάνων. πνεῦμά τε ἀεὶ μέτριον διαρρεῖ, καὶ τῶν ἀέρων ἡ κρᾶσις ὁμοία διὰ παντός, μάλιστα δὲ ἔοικεν ἀρχομένῳ θέρει. πρὸς δὲ τούτοις ὅ τε οὐρανὸς ἐκεῖ καθαρώτερος καὶ τὰ ἄστρα πλείω καὶ λαμπρότερα. ζῶσι δὲ πλεῖον τετρακοσίων ἐτῶν, πάντα τὸν χρόνον τοῦτον ὡραῖοι καὶ νέοι καὶ οὔτε γῆράς ἐστι παρʼ ἐκείνοις οὔτε νόσος οὔτε πενία.
22
τούτων δὲ τοιούτων ὄντων καὶ τοσούτων ὑπαρχόντων ἀγαθῶν, ὅμως εἰσὶν ἄνθρωποι καλούμενοι Βραχμᾶνες, οἳ χαίρειν ἐάσαντες τούς τε ποταμοὺς ἐκείνους καὶ τοὺς παρʼ αὐτοῖς ἐρριμμένους ἐκτραπέντες ἰδίᾳ τε ξυλλογίζονται καὶ φροντίζουσι, πόνους τε θαυμαστοὺς ἀναλαβόμενοι τοῖς σώμασιν οὐδενὸς ἀναγκάζοντος καὶ καρτερήσεις δεινὰς ὑπομένοντες. φασὶ δὲ ἐξαίρετον αὐτοῖς εἶναι μίαν πηγὴν τὴν τῆς ἀληθείας, πολὺ πασῶν ἀρίστην καὶ θειοτάτην, ἧς οὐδέποτε τοὺς γευσαμένους ἐμπίμπλασθαι. τὰ μὲν οὖν ἐκεῖθεν λόγος ἐστὶν ἀψευδής. ἤδη γάρ τινες τῶν ἀφικνουμένων ἔφασαν· ἀφικνοῦνται δὲ οὐ πολλοί τινες ἐμπορίας ἕνεκεν· οὗτοι δὲ ἐπιμίγνυνται τοῖς πρὸς θαλάττῃ. τοῦτο δὲ ἄτιμόν ἐστιν Ἰνδῶν τὸ γένος, οἱ δὲ ἄλλοι φεύγουσιν αὐτούς.
23
τούτους ἀνάγκη ὁμολογεῖν ὑμῶν εὐδαιμονεστέρους, τῶν δὲ ἄλλων ὑμᾶς, πλὴν ἑνὸς ἀνθρώπων ἔτιγένους, τῶν πολυχρυσοτάτων. τὸ δὲ χρυσίον λαμβάνουσι παρὰ μυρμήκων. οὗτοι δέ εἰσιν ἀλωπέκων μείζονες, τἄλλα δὲ ὅμοιοι τοῖς παρʼ ἡμῖν. ὀρύττουσι δὲ κατὰ γῆς, ὥσπερ οἱ λοιποὶ μύρμηκες. ὁ δὲ χοῦς αὐτοῖς ἐστι χρυσίον καθαρώτατον πάντων χρυσίων καὶ στιλπνότατον. εἰσὶν οὖν πλησίον ἐφεξῆς, ὥσπερ κολωνοὶ τοῦψήγματος, καὶ τὸ πεδίον ἅπαν ἀστράπτει. χαλεπὸν οὖν ἰδεῖν ἐστι πρὸς τὸν ἥλιον, καὶ πολλοὶ τῶν ἐπιχειρούντων ἰδεῖν τὰς ὄψεις διεφθάρησαν.