6
σημεῖον δὲ τῆς ἀναστάσεως ἥ τε φαυλότης τῶν οἰκοδομημάτων καὶ τὸ συνεστάλθαι τὴν πόλιν ἐς βραχύ. μέρει γάρ τινι προσῳκοδόμηται τοῦ παλαιοῦ περιβόλου, καθ’ ὃ πύργοι τινὲς οὐ πολλοὶ διαμένουσιν οὐ πρὸς τὸ μέγεθος οὐδὲ πρὸς τὴν ἰσχὺν τῆς πόλεως. τὸ δὲ μεταξὺ συμπέφρακται κατ’ ἐκεῖνο ταῖς οἰκίαις οὐκ ἐχούσαις ὁποῖα διαλείπει. τειχίον δὲ παραβέβληται πάνυ ταπεινὸν καὶ ἀσθενές. τῶν δὲ πύργων εἰσί τινες πολὺ ἀφεστῶτες τοῦ νῦν οἰκουμένου, ὥστε μηδ’ εἰκάσαι ὅτι μιᾶς ἦσαν πόλεως. ταῦτά τε δὴ οὖν σημεῖα ἐναργῆ τῆς ἁλώσεως καὶ τὸ μηδὲν τῶν ἀγαλμάτων διαμένειν ὑγιὲς τῶν ἐν τοῖς ἱεροῖς, ἀλλὰ ξύμπαντα λελωβημένα εἶναι, ὥσπερ τὰ ἐπὶ τῶν μνημάτων.
7
ὅπερ οὖν ἔφην, ἔτυχον περιπατῶν πρὸ τῆς πόλεως, καί τινες ἐξῄεσαν ἔνδοθεν τῶν Βορυσθενιτῶν πρὸς ἐμέ, ὥσπερ εἰώθεσαν· ἔπειτα Καλλίστρατος ἐφ’ ἵππου τὸ μὲν πρῶτον παρρίππευσεν ἡμᾶς ἔξωθεν προσελαύνων, παρελθὼν δὲ ὀλίγον κατέβη, καὶ τὸν ἵππον τῷ ἀκολούθῳ παραδοὺς αὐτὸς πάνυ κοσμίως προσῆλθεν ὑπὸ τὸ ἱμάτιον τὴν χεῖρα ὑποστείλας. παρέζωστο δὲ μάχαιραν μεγάλην τῶν ἱππικῶν καὶ ἀναξυρίδας εἶχε καὶ τὴν ἄλλην στολὴν Σκυθικήν, ἄνωθεν δὲ τῶν ὤμων ἱμάτιον μικρὸν μέλαν, λεπτόν, ὥσπερ εἰώθασιν οἱ Βορυσθενῖται. χρῶνται δὲ καὶ τῇ ἄλλῃ ἐσθῆτι μελαίνῃ ὡς τὸ πολὺ ἀπὸ γένους τινὸς Σκυθῶν τῶν Μελαγχλαίνων, ὡς ἐμοὶ δοκοῦσι, κατὰ τοῦτο ὀνομασθέντων ὑπὸ τῶν Ἑλλήνων.
8
ἦν δὲ ὡς ὀκτωκαίδεκα ἐτῶν ὁ Καλλίστρατος, πάνυ καλὸς καὶ μέγας, πολὺ ἔχων Ἰωνικὸν τοῦ εἴδους. ἐλέγετο δὲ καὶ τὰ πρὸς τὸν πόλεμον ἀνδρεῖος εἶναι, καὶ πολλοὺς Σαυροματῶν τοὺς μὲν ἀνῃρηκέναι, τοὺς δὲ αἰχμαλώτους εἰληφέναι. ἐσπουδάκει δὲ καὶ περὶ λόγους καὶ φιλοσοφίαν, ὥστε καὶ ἐκπλεῦσαι σὺν ἐμοὶ ἐπεθύμει. διὰ πάντα δὴ ταῦτα εὐδοκίμει παρὰ τοῖς πολίταις, οὐχ ἥκιστα δὲ ἀπὸ τοῦ κάλλους, καὶ εἶχε πολλοὺς ἐραστάς. πάνυ γὰρ δὴ τοῦτο ἐμμεμένηκεν αὐτοῖς ἀπὸ τῆς μητροπόλεως, τὸ περὶ τοὺς ἔρωτας τοὺς τῶν ἀρρένων· ὥστε κινδυνεύουσιν ἀναπείθειν καὶ τῶν βαρβάρων ἐνίους οὐκ ἐπ̓ ἀγαθῷ σχεδόν, ἀλλ’ ὡς ἂν ἐκεῖνοι τὸ τοιοῦτον ἀποδέξαιντο, βαρβαρικῶς καὶ οὐκ ἄνευ ὕβρεως.