33
κινδυνεύει γὰρ οὖν δὴ τὸ ποιητικὸν γένος οὐ πάνυ ἄστοχον εἶναι τῶν ἱερῶν λόγων οὐδὲ ἄπο στόχου φθέγγεσθαι τὰ τοιαῦτα πολλάκις, οὐ μέντοι οὐδὲ μεμυῆσθαι καθαρῶς κατὰ θεσμὸν καὶ νόμον τῶν μυουμένων οὐδὲ εἰδέναι τοῦ ξύμπαντος πέρι τῆς ἀληθείας σαφὲς οὐδέν, ὡς ἔπος εἰπεῖν· ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ’ ἔνδον παριοῦσιν. ὅθεν δὴ καὶ θεράποντας Μουσῶν αὑτοὺς ὀνομάζουσιν, οὐ μύστας οὐδὲ ἄλλο σεμνὸν ὄνομα.
34
οὐκοῦν, ὡς ἔφην, τούς τε πλησίον ἀναστρεφομένους τελετῆς τινος πρὸς ταῖς εἰσόδοις εἰκὸς τό γε τοσοῦτον τῶν ἔνδοθεν αἰσθάνεσθαί τινος, ἤτοι ῥήματος ἐκβοηθέντος ἑνὸς μυστικοῦ ἢ πυρὸς ὑπερφανέντος, καὶ τοῖς ποιηταῖς ἐνίοτε, λέγω δὲ τοῖς πάνυ ἀρχαίοις, φωνή τις ἐκ Μουσῶν ἀφίκετο βραχεῖα καί πού τις ἐπίπνοια θείας φύσεώς τε καὶ ἀληθείας, καθάπερ αὐγὴ πυρὸς ἐξ ἀφανοῦς λάμψαντος· ἃ ἔπασχον ἐκ Μουσῶν καὶ κατείχοντο Ὅμηρός τε καὶ Ἡσίοδος.
35
οἱ δὲ μετ’ ἐκείνους ὕστερον ἐπὶ σκηνὰς καὶ θέατρα τὴν αὑτῶν σοφίαν ἀγαγόντες ἀμύητοι ἀμυήτοις πολλάκις ἐξέφερον ἀτελῆ παραδείγματα ὀργίων· θαυμαζόμενοι δὲ ὑπὸ τῶν πολλῶν ἐπεχείρουν αὐτοὶ τελεῖν τὸν ὄχλον, τῷ ὄντι βακχείων τινὰς σκηνὰς ἀκαλύπτους πηξάμενοι ἔν τισι τραγικαῖς τριόδοις. οὗτοι δ’ οὖν πάντες οἱ ποιηταὶ κατὰ ταὐτὰ τὸν πρῶτον καὶ μέγιστον θεὸν πατέρα καλοῦσι συλλήβδην ἅπαντος τοῦ λογικοῦ γένους καὶ δὴ καὶ βασιλέα.
36
οἷς πειθόμενοι οἱ ἄνθρωποι Διὸς βασιλέως ἱδρύονται βωμούς, καὶ δὴ καὶ πατέρα αὐτὸν οὐκ ὀκνοῦσι προσαγορεύειν τινὲς ἐν ταῖς εὐχαῖς, ὡς τοιαύτης τινὸς ἀρχῆς καὶ συστάσεως οὔσης τοῦ παντός. ὥστε ταύτῃ γε οὐδὲ οἶκον δοκοῦσί μοι ὀκνῆσαι ἂν ἀποφήνασθαι τοῦ Διὸς τὸν ἅπαντα κόσμον, εἴπερ ἐστὶ πατὴρ τῶν ἐν αὐτῷ, καὶ νὴ Δία πόλιν, ὥσπερ ἡμεῖς προσεικάζομεν κατὰ τὴν μείζονα ἀρχήν.