57
ὑγρὰν δὲ ποιήσας τὴν ὅλην οὐσίαν, ἓν σπέρμα τοῦ παντός, αὐτὸς ἐν τούτῳ διαθέων, καθάπερ ἐν γονῇ πνεῦμα τὸ πλάττον καὶ δημιουργοῦν, τότε δὴ μάλιστα προσεοικὼς τῇ τῶν ἄλλων συστάσει ζῴων, καθ’ ὅσον ἐκ ψυχῆς καὶ σώματος συνεστάναι λέγοιτ’ ἂν οὐκ ἄπο τρόπου, τὰ λοιπὰ ἤδη ῥᾳδίως πλάττει καὶ τυποῖ, λείαν καὶ μαλακὴν αὑτῷ περιχέας τὴν οὐσίαν καὶ πᾶσαν εἴκουσαν εὐπετῶς.
58
ἐργασάμενος δὲ καὶ τελεώσας ἀπέδειξεν ἐξ ἀρχῆς τὸν ὄντα κόσμον εὐειδῆ καὶ καλὸν ἀμηχάνως, πολὺ δὴ λαμπρότερον ἢ οἷος ὁρᾶται νῦν. πάντα γάρ που καὶ τἄλλα ἔργα τῶν δημιουργῶν καινὰ ἀπὸ τῆς τέχνης καὶ τῶν χειρῶν παραχρῆμα τοῦ ποιήσαντος κρείττω καὶ στιλπνότερα. καὶ τῶν φυτῶν τὰ νεώτερα εὐθαλέστερα τῶν παλαιῶν ὅλα τε βλαστοῖς ἐοικότα. καὶ μὴν τά γε ζῷα εὐχάριτα καὶ προσηνῆ ἰδεῖν μετὰ τὴν γένεσιν, οὐ μόνον τὰ κάλλιστα αὐτῶν, πῶλοί τε καὶ μόσχοι καὶ σκύλακες, ἀλλὰ καὶ θηρίων σκύμνοι τῶν ἀγριωτάτων.
59
ἡ μὲν γὰρ ἀνθρώπου φύσις νηπία τότε καὶ ὑδαρὴς ὁμοία Δήμητρος ἀτελεῖ χλόῃ, προελθοῦσα δὲ εἰς τὸ μέτρον ὥρας καὶ νεότητος παντὸς ἀτεχνῶς φυτοῦ κρεῖττον καὶ ἐπιφανέστερον βλάστημα. ὁ δὲ ξύμπας οὐρανός τε καὶ κόσμος, ὅτε πρῶτον συνετελέσθη, κοσμηθεὶς ὑπὸ τῆς σοφωτάτης τε καὶ ἀρίστης τέχνης, ἄρτι τῶν τοῦ δημιουργοῦ χειρῶν ἀπηλλαγμένος, λαμπρὸς καὶ διαυγὴς καὶ πᾶσι τοῖς μέρεσι παμφαίνων, νήπιος μὲν οὐδένα χρόνον ἐγένετο οὐδὲ ἀσθενὴς κατὰ τὴν ἀνθρωπίνην τε καὶ θνητὴν τῆς φύσεως ἀσθένειαν, νέος δὲ καὶ ἀκμάζων εὐθὺς ἀπὸ τῆς ἀρχῆς.
60
ὅτε δὴ καὶ ὁ δημιουργὸς αὐτοῦ καὶ πατὴρ ἰδὼν ἥσθη μὲν οὐδαμῶς· ταπεινὸν γὰρ ἐν ταπεινοῖς τοῦτο πάθος· ἐχάρη δὲ καὶ ἐτέρφθη διαφερόντως ἥμενος Οὐλύμπῳ, ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθ’ ὁρᾶτο θεοὺς τοὺς ἅπαντας ἤδη γεγονότας καὶ παρόντας. τὴν δὲ τότε μορφὴν τοῦ κόσμου, λέγω δὲ τὴν τε ὥραν καὶ τὸ κάλλος ἀεὶ καλοῦ ὄντος ἀμηχάνως, οὐδεὶς δύναιτ’ ἂν ἀνθρώπων διανοηθῆναι καὶ εἰπεῖν ἀξίως οὔτε τῶν νῦν οὔτε τῶν πρότερον, εἰ μὴ Μοῦσαί τε καὶ Ἀπόλλων ἐν θείῳ ῥυθμῷ τῆς εἰλικρινοῦς τε καὶ ἄκρας ἁρμονίας.