9
τιμὴ δ’ ἠΰτ’ ὄνειρος ἀποπταμένη πεπότηται. ὥστε ἐμὲ ἐν ἀπόρῳ καθεστάναι καὶ πρὸς ἐμαυτὸν καὶ νὴ Δία ἤδη πρὸς ἕτερον, πότερ’ ὡς ἀληθῶς οὐκ ἔβλεπον οὐδὲ ὕπαρ, ἀλλὰ ὄναρ ἦν τὰ γιγνόμενα, ἢ τὰ μὲν ἦν ταῦτα ταῖς πάσαις ἀκριβείαις, σπουδή τε τοῦ πλήθους καὶ κρίσις τῆς βουλῆς, ὁ δ’ ἀνδριὰς τῶν Δαιδάλου ποιημάτων ἔτυχεν ὢν καὶ λαθὼν ἡμᾶς ἀπέδρα.
10
ἀλλ’ ἀφ’ οὗ Δαίδαλος ἐτελεύτησεν, οὐδεὶς εἰς ταύτην τὴν ἡμέραν ἐξίκετο τῆς τέχνης μέχρι τοῦ καὶ δρασμὸν ἐμποιεῖν τῷ χαλκῷ· ἀλλὰ διαβεβηκότας μὲν εὖ καὶ καλῶς ποιοῦσι, τοὺς δὲ καὶ ἐφ’ ἵππων ὀχουμένους· μένουσι μέντοι οὗτοι πάντες κατὰ σχῆμα καὶ χώραν, κἂν μή τις αὐτοὺς μετακινήσῃ, τό γε ἐπ’ αὐτοῖς εἶναι χαλκὸς ἄδραστος, ἂν καὶ πτερὰ ἔχῃ, ὥσπερ καὶ ὁ τοῦ Πυθαγόρου Περσεύς.
11
ἵνα δὲ καὶ τῆς ἀρχαίας τέχνης ᾖ τῆς Δαιδαλείου, τί παθὼν ἂν ὑμῶν ἀπηλλάγη τῆς πόλεως, ὑπὲρ ἧς τοὺς δύο θεούς φασιν ἐρίσαι, Ποσειδῶνα καὶ τὸν Ἥλιον, τὸν μὲν τοῦ πυρὸς κύριον, τὸν δὲ τοῦ ὕδατος; ἐρίσαντε δὲ καὶ τὴν δίαιταν ἐπιτρέψαντε τρίτῳ θεῷ πρεσβυτέρῳ, οὗ πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες, τούτῳ τὴν δίαιταν ἐπιτρέψαντες ἀμφότεροι τήνδε τὴν πόλιν καὶ τὴν χώραν ἔχουσιν· οὔτι που μικρὸν οὐδ’ ἀμυδρὸν σημεῖον τῆς πρὸς τὰς ἄλλας ὑπεροχῆς.
12
αἱ μὲν γὰρ ἄλλαι λήξεις τε καὶ κτήσεις τῶν θεῶν κατὰ μόνας εἰσίν· Ἄργος μὲν Ἥρας, Ἀθηνᾶς δὲ Ἀθῆναι· καὶ αὐτῶν γε τούτων τῶν θεῶν Ῥόδος μὲν Ἠλίου, Ὀγχηστὸς δὲ Ποσειδῶνος, Κόρινθος δὲ ἑκατέρων. εἰκάσαις ἂν αἰνιττομένου τοῦ μύθου τὸ τῆς γῆς ἐν μέσῳ δύο πελαγῶν ὑπὸ τοῦ ἡλίου ἐξαίρετον βουλομένου τοῦ Ποσειδῶνος. τὸ μὲν οὖν τοῦ μύθου τε καὶ τοῦ λόγου,
13
τῇδέ πῃ συνᾴδοντα, τρίτην ἐπὶ δισσοῖς μάρτυσι τὴν θεσπιῳδὸν Σίβυλλαν παρακαλεῖ· τρανῆ δὲ ἐκ θεοῦ φωνὴν λαχοῦσα ᾅδει μάλα μέγα· εὐδαίμων πιτυώδεος ὄλβιος αὐχὴν Ὠκεανοῦ κούρης Ἐφύρης, ἔνθα Ποσειδῶν, μητρὸς ἐμῆς Λαμίας γενέτωρ, προύθηκεν ἀγῶνα πρῶτος ἅμ’ Ἠελίῳ, τιμὰς δ’ ἠνέγκατο μοῦνος.