26
καὶ κατὰ πόλιν γε· παρ’ ὑμῖν μέν, ὅτι Ῥωμαῖος ὢν ἀφηλληνίσθη, ὥσπερ ἡ πατρὶς ἡ ὑμετέρα, παρὰ Ἀθηναίοις δέ, ὅτι ἀττικίζει τῇ φωνῇ, παρὰ Λακεδαιμονίοις δέ, ὅτι φιλογυμναστεῖ, παρὰ πᾶσι δέ, ὅτι φιλοσοφεῖ καὶ πολλοὺς μὲν ἤδη τῶν Ἑλλήνων ἐπῆρε συμφιλοσοφῆσαι αὐτῷ, οὐκ ὀλίγους δὲ καὶ τῶν βαρβάρων ἐπεσπάσατο.
27
ἐπ’ αὐτὸ γὰρ τοῦτο καὶ ἐδόκει ὑπὸ τῶν θεῶν οἷον ἐξεπίτηδες κατεσκευάσθαι, Ἕλλησι μέν, ἵνα ἔχωσιν οἱ ἐπιχώριοι τῆς Ἑλλάδος παράδειγμα ὡς οὐδὲν τὸ παιδευθῆναι τοῦ φῦναι πρὸς τὸ δοκεῖν διαφέρει· Ῥωμαίοις δέ, ἵνα μηδ’ οἱ τὸ ἴδιον ἀξίωμα περιβεβλημένοι τὸ παιδεύεσθαι πρὸς τὸ ἀξίωμα παρορῶσι· Κελτοῖς δέ, ἵνα μηδὲ τῶν βαρβάρων μηδεὶς ἀπογιγνώσκῃ τῆς Ἑλληνικῆς παιδείας, βλέπων εἰς τοῦτον. ἐστάθη μὲν οὖν διὰ τοιαύτας τινὰς προφάσεις (ἵνα μὴ πλείους λέγων δοκῶ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν),
28
ἔστι δ’ οὐχ ὅμοιον ὑπὲρ ἀναστάσεως εἰκόνος βουλεύεσθαι καὶ καθαιρέσεως. διὰ τί; ὅτι ἕκαστος τούτων τῶν παρ’ ὑμῖν ἀνακειμένων, εἴτε βελτίων εἴτε χείρων ἐστίν, ἤδη τὰ τῆς ὁσίας περίκειται, καὶ χρὴ τὴν πόλιν αὐτοῦ προεστάναι ὡς ἀναθήματος. πολλὰ ἄν τις ἔχοι εἰπεῖν ὑπὲρ τοῦ μὴ δεῖν Γοργίαν τὸν σοφιστὴν ἐν Δελφοῖς ἑστάναι, καὶ ταῦτα μετέωρον καὶ χρυσοῦν. Γοργίαν λέγω; ὅπου γε καὶ Φρύνην τὴν Θεσπιακὴν ἔστιν ἰδεῖν, ἐπὶ κίονος κἀκείνην ὡς Γοργίαν.
29
ἀλλὰ τὸ μὲν εὐθὺς ἐνστῆναι νόμιμον ἴσως καὶ πολιτικόν, τὸ δ’ ὕστερον ἐλθόντας τῆς ἀναθέσεως ἀναλύειν πειρᾶσθαι τὰ δεδογμένα, Ἄπολλον, βαρύ· καὶ οὐδεὶς ἂν ἠνέσχετο τῶν Ἀμφικτυόνων. καὶ γὰρ εἰ μὴ δέον ἐστάθησαν, τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν. ὥσπερ γὰρ τῶν εἰς ἐνιαυτὸν αἱρουμένων κἂν ἀνάξιος ᾖ τις ἀρχῆς, τὸν γοῦν ἐνιαυτὸν ἐκεῖνον εἰς ὃν ᾑρέθη ἄρχων διατελεῖ, οὕτω δὲ καὶ τοῖς ἀνδριᾶσι κύριον εἶναι δεῖ τὸν χρόνον, ἐφ’ ὃν ἐστάθησαν· ἔστι δὲ οὗτος πᾶς ὁ λοιπὸς χρόνος.