34
οὐ σκέψεσθε; οὐκ ἀναμνησθήσεσθε πρὸς ἑαυτούς, εἴ τι τοιοῦτον αὐτῷ παρ’ ὑμῖν πέπρακται; καίτοι πόλιν οἰκεῖτε τῶν οὐσῶν τε καὶ γεγενημένων ἐπαφροδιτοτάτην, ἀλλ̓ ὅμως οὐδὲν ἠκούσατε, θαρρῶν δ’ ἂν εἴποιμι ὅτι μηδὲ ἄλλος τις Ἑλλήνων. εἶτα τὸν ἐπὶ τῆς Ἑλλάδος ἐν πλείονι ἀδείᾳ καὶ συγγνώμῃ κοσμίως βεβιωκότα, τοῦτον ἐπὶ τῆς Ῥώμης παρ’ αὐτὸν τὸν ἄρχοντα καὶ τοὺς νόμους ἡγεῖσθε μεταβεβλῆσθαι; ἀλλὰ τοῦτό γε παραπλήσιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὸν ἀθλητὴν φαίη καθ’ αὑτὸν μὲν εὐτακτεῖν, ἐν δὲ τῷ σταδίῳ καὶ παρὰ τὸν ἀγωνοθέτην πλημμελεῖν.
35
παρρησίαν δὲ ἄγω διπλῆν, ἑνὸς μὲν ἕνεκα τοῦ συνειδότος, ἑτέρου δὲ τοῦ ἀγωνοθέτου. πεπιστευκότος μὲν γὰρ ἦν τιμωρίαν παρὰ τοῦ ἡμαρτηκότος λαβεῖν, ἀκούσαντος δὲ μηνῖσαι· ὅπερ ἐκεῖνος ἐποίησεν. ὑμεῖς δ’ ἐπακολουθήσαντες ἀνθρώποις — οὐδὲν δὲ αὐτοὺς ἐρῶ ὡς ἀμυνόμενος· πλὴν ὅτι δικαιότερον ἦν ἐκείνους ὑμῖν ἀκολουθεῖν ἢ ὑμᾶς ἐκείνοις.
36
ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῷρα καὶ πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι· νῦν δ’ ἀφ’ οὗ προλέλοιπεν ὁ πλοῦτος Ὀρχομενόν τε καὶ Δελφοὺς ἐλέῳ μὲν ὑμῶν δύνανται διαφέρειν, ζήλῳ δὲ οὐδὲ εἷς.
37
καὶ ταῦτα μὲν ὑπὲρ τῆς πόλεως, ἣν οὐ δεῖ παρὰ τοῖς Ἕλλησιν αἰσχύνην ὀφλεῖν, ὅταν τὸν ὑφ’ ὑμῶν ἐκπεπτωκότα πάντες ἄσμενοι καταδέχωνται οὐ μόνον, ἀλλὰ καὶ καλῶσι καὶ διαπρεσβεύωνται καὶ τιμαῖς ταῖς τε ἄλλαις γεραίρωσι καὶ δὴ καὶ τῇ τῶν εἰκόνων ἀναθέσει. ὑπὲρ δὲ ἐμαυτοῦ καὶ τῆς εἰκόνος νῦν ἐρῶ λόγον, ὃν εἶπεν Ἀναξαγόρας υἱὸν ἀποβεβληκώς, Ἤιδειν θνητὸν γεγεννηκώς.ʽ ἀλλ̓ οὖν ᾔδειν ὅτι τούτων τῶν ἀνδριάντων ἕκαστος ἀνατίθεται μὲν ὡς αἰώνιος ἐσόμενος, φθείρεται δὲ ἄλλος κατ’ ἄλλην εἱμαρμένην, κοινοτάτην μὲν καὶ δικαιοτάτην καὶ πᾶσι πράγμασι προκειμένην τὴν τοῦ χρόνου·