7
φημὶ δεῖν ὑμᾶς, ἄνδρες Νικομηδεῖς, ὁμονοῆσαι πρὸς Νικαεῖς· ἀκούσατε δὲ καὶ μὴ χαλεπήνητε μηδέπω, πρὶν ἂν εἴπω τὰς αἰτίας. οὐδὲ γὰρ ὁ νοσῶν πρὸς τὸν ἰατρὸν ὀργίζεται διατάττοντα τὴν θεραπείαν, ἀλλ’ ἀκούει μὲν ἀηδῶς αὐτοῦ λέγοντος, ὅτι αὐτὸν καὶ τμηθῆναι δεῖ καὶ καυθῆναι, πείθεται δὲ ὅμως· περὶ γὰρ σωτηρίας ὁ κίνδυνός ἐστι. καίτοι τί τοῦτο εἶπον; τὸ γὰρ ἐμὸν φάρμακον, ὃ προσφέρω ταῖς πόλεσιν, ἥδιστόν ἐστι φαρμάκων καὶ χωρὶς οὗ ζῆν οὐδεὶς ἂν ἐθελήσειεν εὖ φρονῶν.
8
βούλομαι δὲ διελεῖν τὸν λόγον καὶ τὸ πρῶτον ὑπὲρ αὐτῆς εἰπεῖν τῆς ὁμονοίας τῆς καθόλου, ποδαπόν τέ ἐστι καὶ τίνων αἴτιον, ἐξ ἐναντίας τὴν στάσιν καὶ τὴν ἔχθραν διακρίνας τὴν φιλίαν· εἶτα ʽἔσται γάρ ἀκόλουθον τὸ τῆς ὁμονοίας ἀποδειχθείσης ὠφελίμου τοῖς ἀνθρώποις ἅπασιν’ ἀποδεῖξαι ταύτην τὴν ὁμόνοιαν τῶν πόλεων τούτων καὶ ἀναγκαιοτάτην οὖσαν ὑμῖν καὶ λυσιτελεστάτην. οὐκ ἀποστήσομαι δὲ εἰπεῖν οὐδ’ ὅπως ἂν μεῖναι γενομένη δύναιτο· καὶ γὰρ τοῦτο ὁρῶ πολλοῖς ἐνοχλοῦν.
9
εὔχομαι δὲ τοῖς θεοῖς πᾶσι καὶ τοῖς ὑμετέροις καὶ τοῖς ἐκείνων, εἰ ταῦτα εὐνοίᾳ τῇ πρὸς μόνους ὑμᾶς ἐγὼ νῦν λέγω καὶ μηδεμίαν οἰκείαν θηρώμενος δόξαν ἤ λυσιτέλειαν ἐκ τῆς καταλλαγῆς τῆς ὑμετέρας, καὶ πρὸ πάντων εἰ μέλλει λυσιτελήσειν τῇ πόλει, δοῦναι μὲν ἐμοὶ τοὺς ἀξίους τοῦ πράγματος εἰπεῖν λόγους, παρασχεῖν δὲ ὑμᾶς ἐμοὶ πεισθῆναι τὰ συμφέροντα βουλομένους.
10
ὁμόνοιαν τοίνυν πάντες μὲν ἐπῄνεσαν ἀεὶ καὶ λέγοντες καὶ γράφοντες, καὶ μεστὰ τῶν ἐγκωμίων αὐτῆς ἐστι καὶ τὰ ποιήματα καὶ τὰ τῶν φιλοσόφων συγγράμματα, καὶ ὅσοι τὰς ἱστορίας ἐξέδοσαν ἐπὶ παραδείγματι αὐτῶν τῶν ἔργων ἀπέδειξαν αὐτὴν μέγιστον οὖσαν τῶν ἀνθρωπείων ἀγαθῶν, καὶ πολλοὶ τολμήσαντες ἤδη τῶν σοφιστῶν παραδόξους εἰπεῖν λόγους μόνον τοῦτον οὐκ ἐπενοήθησαν ἐξενεγκεῖν, ὡς οὐ καλὸν ἡ ὁμόνοια καὶ σωτήριόν ἐστιν· τοῖς τε νῦν βουλομένοις αὐτὴν ἐγκωμιάζειν καὶ τοῖς ἀεὶ τοῦτο ποιεῖν ἄφθονος ἡ τῶν λόγων ὕλη, καὶ ἀεὶ καὶ πλείω καὶ κρείττω περὶ αὐτῆς ἐξέσται λέγειν.