11
εἴτε γὰρ ὑπὲρ γενέσεως αὐτῆς πολυπραγμονεῖν ἐθέλοι τις, ἀνάγκη τὴν ἀρχὴν αὐτῆς ἐπανάγειν ἐπὶ τὰ μέγιστα τῶν θείων πραγμάτων. ἡ γὰρ αὐτὴ καὶ φιλία ἐστὶ καὶ καταλλαγὴ καὶ συγγένεια, καὶ ταῦτα πάντα περιείληφεν. καὶ τὰ στοιχεῖα δὲ τί ἄλλο ἢ ὁμόνοια ἑνοῖ; καὶ δι’ οὗ σῴζεται πάντα τὰ μέγιστα, τοῦτό ἐστι, καὶ δι’ οὗ πάντα ἀπόλλυται, τοὐναντίον. εἰ μὲν οὖν μὴ θνητὸν ἦμεν οἱ ἄνθρωποι γένος μηδ’ ἔδει πολλὰ εἶναι τὰ φθείροντα ἡμᾶς, οὐκ ἂν ἦν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις ἡ στάσις, ὥσπερ οὐδὲ ἐν τοῖς θείοις ἔνεστιν. ᾧ δὲ μόνῳ τῆς εὐδαιμονίας ἀπολειπόμεθα τῆς θείας καὶ τῆς ἀφθάρτου διαμονῆς ἐκείνων, τοῦτό ἐστιν, ὅτι μὴ πάντες ὁμονοίας αἰσθανόμεθα, ἀλλ’ εἰσὶν οἱ καὶ τὴν ἐναντίαν αὐτῇ φιλοῦντες, τὴν στάσιν, ἧς μέρη καὶ ὑπουργήματα πόλεμοι καὶ μάχαι, καὶ ταῦτα ἐν τοῖς δήμοις ἀναστρέφεται καὶ τοῖς ἔθνεσιν, ὥσπερ ἐν τοῖς σώμασιν αἱ νόσοι.
12
καὶ γὰρ τὴν ὑγείαν ἐπιστάμενοι μέγιστον οὖσαν τῶν ἀνθρωπίνων ἀγαθῶν ὅμως αὐτῇ πολλάκις αὐτοὶ καθ’ αὑτῶν ἐπιβουλεύομεν, οἱ μὲν ἡδοναῖς πεισθέντες, οἱ δὲ πόνους φεύγοντες ὑγιεινοὺς καὶ διαίτας σώφρονας. εἰ δὲ μὴ τοῦτο τοῖς μεγίστοις τῶν κακῶν ὑπῆρχε βοήθημα, ἡ παραυτίκα ἡδονή, δύναμιν ἂν οὐδ’ ὅλως εἶχε βλάπτειν· νῦν δὲ αὐτοῖς ἔδωκεν ἡ φύσις, ὥστε ἐξαπατᾶν δύνασθαι καὶ τέρπειν τοὺς ἀδικουμένους.
13
καὶ ἐπί γε ᾧ τις ἂν καὶ μάλιστα φθονήσειεν αὐτοῖς, ἐκεῖνό ἐστιν ὅτι πάντα τὰ κακὰ λυπεῖ τοὺς ἀνθρώπους ὁποῖά ἐστιν ἐπισταμένους. εἰ μὲν οὖν τις ἐρωτήσειεν ἕνα ἄνδρα ἢ πολλοὺς ὁμοῦ περὶ τῶν ὀνομάτων αἰτῶν, ἐν ποίῳ δὴ μέρει τὰ τοιαῦτα κατατάττεται, πόλεμοι καὶ στάσεις καὶ νόσοι καὶ τὰ τούτοις ὁμότροπα, οὐδὲν ἂν μελλήσας ἀποκρίναιτο οὐδεὶς ὅτι ταῦτα ἐν τοῖς κακοῖς τάττεται καὶ οὕτως ὡς ἔχει καὶ νενόμισται καὶ καλεῖται κακά.