14
τὰ δ’ ἐναντία τούτοις, εἰρήνη καὶ ὁμόνοια καὶ ὑγεία, καὶ ταῦτα οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ἀγαθὰ καὶ εἶναι καὶ λέγεσθαι. φανερᾶς δὲ οὕτως οὔσης τῆς μάχης τῶν κακῶν καὶ τῶν ἀγαθῶν, ὅμως εἰσί τινες, μᾶλλον δὲ πολλοί, οἵτινες τῶν κακῶν τοῖς ὁμολογουμένοις χαίρομεν. καὶ περὶ δὲ τῆς νεὼς πάντες οἱ πλέοντες ἐπιστάμενοι διότι μία αὕτη ἐστὶ σωτηρία, τὸ τοὺς ναύτας ὁμονοεῖν καὶ τῷ κυβερνήτῃ πείθεσθαι, γενομένης δὲ στάσεως ἐν αὐτῇ καὶ ἀπειθείας διότι καὶ τὰ δεξιὰ πολλάκις τῶν πνευμάτων εἰς ἐναντίον τῇ νηὶ περιίσταται καὶ τῶν λιμένων ἀποτυγχάνουσιν ἐγγὺς ὄντων, ὅμως στασιάζουσιν ἔστιν ὅτε ὑπὸ ἀφροσύνης οἱ ναῦται, καὶ τοῦτο ἀπόλλυσιν αὐτοὺς ἐπισταμένους τοῦ ὀλέθρου τὴν αἰτίαν.
15
καὶ τῶν οἴκων δὲ τῆς σωτηρίας οὔσης ἔν τε τῇ τῶν δεσποτῶν ὁμοφροσύνῃ καὶ ἐν τῇ τῶν οἰκετῶν πειθαρχίᾳ, πολλοὺς ὅμως οἴκους ἀπώλεσεν ἥ τε δεσποτικὴ στάσις καὶ ἡ κακοδουλία. τῷ μὲν γὰρ ἅρματι ποία καταλείπεται σωτηρία τῶν ἵππων συνθεῖν μὴ θελόντων; ἐπειδὰν γὰρ ἄρξωνται διαστάντες ἀφέλκειν ἄλλος ἀλλαχῇ, πᾶσα ἀνάγκη κινδυνεύειν τὸν ἡνίοχον. ὁ δὲ γάμος ὁ ἀγαθὸς τί ἄλλο ἐστὶν ἢ ὁμόνοια ἀνδρὸς πρὸς γυναῖκα; καὶ ὁ κακὸς γάμος τί ἄλλο ἐστὶν ἤ ἡ τούτων διχόνοια; καὶ τέκνων δὲ τίς ὠφέλεια γονεῦσιν, ὅταν ὑπὸ ἀφροσύνης ἄρξηται στασιάζειν πρὸς αὐτούς; ἡ δὲ ἀδελφότης τί ἄλλο ἐστὶν ἢ ἀδελφῶν ὁμόνοια;
16
ἡ δὲ φιλία τί ἄλλο ἢ φίλων ὁμόνοια; καὶ ταῦτα πάντα οὐ μόνον ἀγαθά ἐστι καὶ καλά, ἀλλὰ καὶ ἥδιστα· τὰ δὲ ἐναντία τούτοις οὐ κακὰ μόνον, ἀλλὰ καὶ ἀηδῆ· καὶ ὅμως αὐτὰ πολλάκις ἀντὶ τῶν ἡδίστων ἀγαθῶν προαιρούμεθα. τοὺς μὲν οὖν πολέμους ἤδη τινὲς ἀντὶ τῆς εἰρήνης ἐπανείλοντο μεγάλων ὄντων τῶν διαφόρων, οὐχ ὡς τὸ μάχεσθαι κρεῖττον ὂν ἢ ἥδιον καὶ δικαιότερον τοῦ τὴν εἰρήνην ἄγειν, ἀλλ’ οἱ μὲν ὑπὲρ βασιλείας, οἱ δὲ ὑπὲρ ἐλευθερίας, οἱ δὲ γῆν κτώμενοι μὴ ἔχοντες, οἱ δὲ θάλατταν περιποιούμενοι· καὶ τηλικούτων ὅμως τῶν ἄθλων κειμένων ἐν τῷ μέσῳ πολλοὶ κατέθεντο τὸν πόλεμον ὡς οὐκ ἂν ὄντα οὐδὲ ἀντὶ τῶν μεγίστων αἱρεθῆναί σφισιν ἄξιον.