29
ποῖον, ἄνδρες Νικομηδεῖς, πρωτεῖον; καὶ γὰρ δεύτερον ὑμᾶς ἐρήσομαι καὶ τρίτον· οὗ τί τὸ ὄφελός ἐστιν; οὗ τί τὸ ἔργον; ἀφ̓ οὗ πότερον πλουσιώτεροι γενησόμεθα ἢ μείζονες ἢ δυνατώτεροι; τὸ κενοδοξεῖν ἀνόητον μὲν εἶναι καὶ ἐπὶ τῶν ἰδιωτῶν νενόμισται, καὶ μάλιστα τούτων καταγελῶμεν καὶ διαπτύομεν αὐτοῖς καὶ τελευτῶντες ἐλεοῦμεν τοὺς οὐκ ἐπισταμένους τίνι διαφέρει δόξα ψευδὴς ἀληθοῦς· καὶ τῶν πεπαιδευμένων οὐδεὶς οὕτως ἔχει πρὸς αὐτὴν ὡς ἐπιθυμεῖν ἀνονήτου πράγματος· ταῖς δὲ πόλεσι φῇ τις κοινῇ προσήκειν ὅσα μηδὲ τῶν ἰδιωτῶν τοῖς γενναίοις καὶ πεπαιδευμένοις;
30
καθόλου δ’ εἴ τις ὑμᾶς ἔροιτο, Ἄνδρες Νικομηδεῖς, τί βούλεσθε, πότερον εἶναι πρῶτοι ταῖς ἀληθείαις ἢ καλεῖσθαι μὴ ὄντες; ὁμολογήσαιτε ἂν δήπουθεν εἶναι πρῶτοι μᾶλλον ἐθέλειν ἢ καλεῖσθαι μάτην. οὐ γὰρ τὰ ὀνόματα δύναμιν ἔχει τὴν τῶν πραγμάτων· ὅσα δὲ ταῖς ἀληθείαις ἐστὶ τοιαῦτα, οὕτω καὶ ἐξ ἀνάγκης ὀνομάζεται.
31
πειρᾶσθε τοίνυν πρωτεύειν τῶν πόλεων τὸ μὲν πρῶτον ἐκ τῆς ἐπιμελείας τῆς περὶ αὐτάς· τοῦτο μὲν γάρ, καθὸ μητρόπολίς ἐστε, ἐξαίρετόν ἐστιν ἔργον ὑμέτερον· εἶτα τῷ παρέχειν αὑτοὺς δικαίους ἅπασι καὶ μετρίους καὶ μὴ πλεονεκτεῖν ἐν μηδενὶ μηδὲ βιάζεσθαι. ταῦτα γὰρ ἐξ ἀνάγκης ἀπεχθείας κινεῖ καὶ διαφοράς, φύσει μὲν τῶν ἐλαττόνων πρὸς τοὺς μείζονας ὑπόπτως διακειμένων, ὡς ἐξ ἅπαντος πλεονεκτεῖσθαι μελλόντων, ὅταν δὲ καὶ ἔργῳ τοῦτο γίγνηται, δικαιότερον τῆς ἀπεχθείας παροξυνομένης.
32
ἔξεστι δὲ ὑμῖν εὐεργετεῖν τὰς πόλεις καὶ πλέον καὶ μεῖζον ἢ ἐκείνοις, τὸ μὲν πρῶτον καὶ μάλιστα διὰ τὴν θάλατταν, ἐξ ἧς ἁπάντων μὲν καὶ τῶν νῦν κομιζομένων ʽδεῖ δὲ δημοσίᾳ χαρίζεσθαι τὴν πόλιν, οὐκ ἰδίᾳ τινάσ̓ τὰ δὲ καὶ διακλέπτοντες αὐτοί, τὰ δ’ αἰτούμενοι παῤ ἕκαστα· καὶ ἀντιλέγετε μὲν οὐδέποτε τοῖς αἰτήσασιν ὑμεῖς, αὐτὸ δὲ ὅμως φορτικόν ἐστι τὸ τὴν τῆς αἰτήσεως ἀνάγκην ἔχειν. εἰ δὲ καὶ τούτων ἁπάντων μεταλαμβάνειν ἐπιτρέψετε τοῖς δήμοις τοῖς καθ’ ἑκάστην ἡμέραν αἰτουμένοις τὸ πρὸς τὴν χρείαν ἐπεῖγον, πῶς οὐκ εἰκός ἐστι μείζους ὑμᾶς ἔσεσθαι παρ’ αὐτοῖς, εὐεργετοῦντας αὐτούς; καὶ ἅμα καὶ μεγάλην ποιήσετε τὴν ὁμόνοιαν διὰ πάντων ἐλευσομένην.