50
ἔτι δὲ εὔθυμός εἰμι καὶ διὰ τὸ τῆς συνηθείας ὑμᾶς δυσαπαλλάκτως ἔχειν. εἰ γὰρ ἡ στάσις τοσούτῳ χρόνῳ διὰ τὴν συνήθειαν μόνον ἐμμεμένηκεν ὑμῖν, τηλικοῦτον οὖσα κακόν, πῶς οὐχὶ καὶ τὰς διαλλαγὰς εἰκός ἐστιν ἡδίους τε οὔσας καὶ δικαιοτέρας ποιήσειν καὶ τὴν συνήθειαν ἡδίονα; καὶ φυλάττεσθαι δὲ μικρά τινα δεήσει καὶ πρὸ ἁπάντων τοὺς ἄνδρας τοὺς ἀδόξους, ἄν ποτε διαβάλλωσιν ὑμᾶς ἀλλήλοις. μὴ γὰρ ἀκούσητε αὐτῶν ἴδιόν τι θηρωμένων, εἰ βουλήσονται πάλιν αὑτοῖς γενέσθαι τινὰ χώραν. καὶ μικρῶν δὲ ἕνεκεν μὴ παροξύνεσθαι.
51
καὶ τοὺς θεοὺς δὲ εἰκός ἐστιν μᾶλλον πάντων ἐπιμελήσεσθαι τοῦ συμμεῖναι τὴν ὁμόνοιαν. οἶμαι γὰρ καὶ αὐτὴν ταύτην τὴν ἀρχὴν παρ’ ἐκείνων γενέσθαι καὶ οὐκ ἂν ἄλλως ἐπελθεῖν μοι τολμῆσαι περὶ τηλικούτου πράγματος ἐν ὑμῖν λέγειν, ὑπὲρ οὗ μηδεὶς πρότερον εἶπε μήτε νέος μήτε πρεσβύτερος. ἔστι δὲ καὶ ἄξιον αὐτοῖς εὔξασθαι πάλιν. οὐκοῦν ἐν ἀρχῇ μὲν εὐξάμην αὐτοῖς, ἵνα μοι πειθομένους παράσχωσιν ὑμᾶς· ἐπεὶ δὲ τοῦτο ἤδη ἐοίκατε ποιεῖν, λοιπόν ἐστιν εὔξασθαι περὶ τοῦ φυλάττειν αὐτοὺς εἰς ἀεὶ τὰ καλῶς δόξαντα ὑμῖν.
(22)ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΕΝ ΝΙΚΑΙΑΙ ΠΕΠΑΥΜΕΝΗΣ ΤΗΣ ΣΤΑΣΕΩΣ.
1
Ἐγὼ χαίρω τιμώμενος ὑφ’ ὑμῶν, ὥσπερ εἰκός ἐστι χαίρειν τὸν ἄνδρα τὸν σώφρονα τιμώμενον ὑπὸ πόλεως ἀγαθῆς καὶ λόγου ἀξίας, ὥσπερ ἡ ὑμετέρα πόλις κατά τε ἰσχὺν καὶ μέγεθος. οὐδεμιᾶς ἡττωμένη τῶν ὁποίποτε ἐνδόξων γένους τε γενναιότητι καὶ πλήθους συνοικήσει, τῶν φανερωτάτων γενῶν οὐκ ἀλλαχόθεν ἄλλων συνελθόντων φαύλων καὶ ὀλίγων, ἀλλὰ Ἑλλήνων τε τῶν πρώτων καὶ Μακεδόνων· τὸ δὲ μέγιστον ἥρωάς τε καὶ θεοὺς οἰκιστὰς λαβοῦσα.
2
πρέπει δὲ τοῖς ὑπὸ θεῶν ᾠκισμένοις εἰρήνη καὶ ὁμόνοια καὶ φιλία πρὸς αὑτούς. αἰσχρὸν γάρ. εἰ σφόδρα εὐδαίμονες ἔσονται καὶ θεοφιλεῖς καὶ διοίσουσί τι τῶν ἄλλων εὐτυχίᾳ, βουλόμενοί γε ἀληθὲς ἐπιδεικνύειν τὸ τοῦ γένους, ἀλλὰ μὴ ψευδῆ καὶ μάταιον λόγον. θεοὶ γὰρ οἰκισταὶ καὶ συγγενεῖς καὶ προπάτορες οὐδὲν οὕτως ἐθέλουσι τοὺς αὑτῶν ἔχειν, οὔτε χώρας κάλλος οὔτε καρπῶν ἀφθονίαν οὔτε πλῆθος ἀνθρώπων, ὡς σωφροσύνην καὶ ἀρετὴν καὶ πολιτείαν νόμιμον καὶ τῶν μὲν ἀγαθῶν πολιτῶν τιμήν, τῶν δὲ κακῶν ἀτιμίαν.