5
πρότερον γὰρ οὐδ’ ἐπ’ ὀλίγον σχολὴν ἤγαγον ἴσως διὰ τὴν ἐμαυτοῦ πολυπραγμοσύνην, ὃς δέον ἐντυχεῖν ὑμῖν καὶ φιλοφρονήσασθαι τοσοῦτο μόνον καὶ θῦσαι τοῖς θεοῖς καὶ νὴ Δία ἀναγνῶναι τὰ γράμματα τὰ τοῦ αὐτοκράτορος, ὅτι ἀναγκαῖον ἦν, ἔπειτα εὐθὺς ἀναχωρῆσαι καὶ τρέπεσθαι καθ’ αὑτόν, λόγον τινὰ εἶπον ὑπὲρ ἔργου τινός, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ τῶν ἡγεμόνων ἐσπουδακότων, ἴσως μὲν ὑμῖν, ἴσως δὲ κἀμοὶ χαρίζεσθαι βουλομένων καὶ τὴν πόλιν ἄμεινον κατασκευάζειν καὶ σεμνοτέραν ποιεῖν ἅπασαν. πρότερον γὰρ ἴστε δήπουθεν ὅτι τοῖς τοιούτοις καὶ τῶν ἀστυγειτόνων ἐλειπόμεθα.
6
τοῦτον ἐμοῦ τότε εἰπόντος τὸν λόγον, ἐπήρθη τε πρὸς αὐτὸν ὁ δῆμος· οὐ γάρ ἐστε ἀγεννεῖς οὐδὲ ἀναίσθητοι τὰς φύσεις· καὶ πολλοὶ προετράπησαν φιλοτιμηθῆναι τῶν πολιτῶν. πάλιν δὲ ὕστερον ἐμοῦ τὸ πρᾶγμα ἐφ’ ὑμῖν ποιουμένου πολλάκις μὲν ἐν τῷ βουλευτηρίῳ, πολλάκις δ’ ἐν τῷ θεάτρῳ, ἵνα, εἰ μὴ δοκιμάζοιτε μηδὲ βούλοισθε, μηδένα ἐνοχλῶ· τὴν γὰρ ἀσχολίαν τὴν ἐσομένην ὑπώπτευόν μοι περὶ ταῦτα· πολλάκις μὲν ὑφ̓ ὑμῶν ἐκυρώθη, πολλάκις δὲ ὑπὸ τῶν ἡγεμόνων, οὐδενὸς ἀντειπόντος.
7
ἐπεὶ δὲ ἀρχὴν ἔλαβεν, ὅσα μὲν αὐτὸς ἔπαθον μετρῶν καὶ διαμετρῶν καὶ λογιζόμενος, ὅπως μὴ γένοιτο ἀπρεπὲς μηδὲ ἀχρεῖον, ὁποῖα ἔργα πολλὰ γέγονε παρ’ ἑτέροις μάτην ἀπολόμενα, καὶ τελευταῖον εἰς τὰ ὄρη φθειρόμενος, οὐκ ὢν ἔμπειρος τῶν τοιούτων οὐδενὸς οὐδὲ ἀπορῶν ἔργου τινός, ἀλλ’ ἕτερα μᾶλλον πράττειν δυνάμενος σπουδαιότερα ἴσως, ἀφ’ ὧν οὐ παρὰ μόνοις ὑμῖν εὐδοκιμεῖν ἔμελλον, ἐῶ νῦν ἐπεξιέναι. οὐδὲν γὰρ ἦν ἐμοὶ βαρὺ δι’ ὑμᾶς ὑπομένοντι.
8
λόγοι δὲ ἐγίγνοντο πολλοὶ μέν, οὐ παρὰ πολλῶν δέ, καὶ σφόδρα ἀηδεῖς, ὡς κατασκάπτω τὴν πόλιν, ὡς ἀνάστατον πεποίηκα σχεδὸν ἐξελαύνων τοὺς πολίτας, ὡς ἀνῄρηται πάντα, συγκέχυται, λοιπὸν οὐδέν ἐστιν. καὶ τινες ἦσαν οἱ σφόδρα ὀδυρόμενοι τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, χαλεπῶς ἔχοντες, εἰ μὴ μενεῖ ταῦτα τὰ ὑπομνήματα τῆς παλαιᾶς εὐδαιμονίας, ὥσπερ τῶν Ἀθήνησι Προπυλαίων κινουμένων ἢ τοῦ Παρθενῶνος ἢ τὸ Σαμίων Ἥραιον ἡμᾶς ἀνατρέποντας ἢ τὸ Μιλησίων Διδύμειον ἢ τὸν νεὼν τῆς Ἐφεσίας Ἀρτέμιδος,